ἐκεῖνο δὲ καὶ πάνυ ἀληθὲς ᾤμην εὑρήσειν παρʼ αὐτοῖς, κύκνους πολλοὺς ᾄδοντας ἐπὶ ταῖς ὄχθαις τοῦ ποταμοῦ. καὶ αὖθις ἠρώτων τοὺς ναύτας — ἀνεπλέομεν γὰρ ἔτι — ἀλλʼ οἵ γε κύκνοι πηνίκα ὑμῖν τὸ λιγυρὸν ἐκεῖνο ᾄδουσιν ἐφεστῶτες τῷ ποταμῷ ἔνθεν καὶ ἔνθεν; φασὶ γοῦν Ἀπόλλωνος παρέδρους αὐτοὺς ὄντας, ᾠδικοὺς ἀνθρώπους, ἐνταῦθά που ἐς τὰ ὄρνεα μεταπεσεῖν καὶ διὰ τοῦτο ᾄδειν ἔτι οὐκ ἐκλαθομένους τῆς μουσικῆς.