ὥστε εἰ τῶν ὤτων ἐκδεδεμένους τοὺς ἀνθρώπους πρὸς τὴν γλῶτταν ὁ γέρων οὗτος Ἡρακλῆς ἕλκει, ἕλκει Hartman, Schwartz: ὁ λόγος ἕλκει MSS. μηδὲ τοῦτο θαυμάσῃς εἰδὼς τὴν ὤτων καὶ γλώττης συγγένειαν· οὐδʼ ὕβρις εἰς αὐτόν, εἰ ταύτῃ τετρύπηται· μέμνημαι γοῦν, ἔφη, καὶ κωμικῶν τινων ἰαμβείων παρʼ ὑμῶν μαθών, τοῖς γὰρ λάλοις ἐξ ἄκρου ἡ γλῶττα πᾶσίν ἐστι τετρυπημένη. τὸ δʼ ὅλον καὶ αὐτὸν ἡμεῖς τὸν Ἡρακλέα λόγῳ τὰ πάντα ἡγούμεθα ἐξεργάσασθαι σοφὸν γενόμενον, καὶ πειθοῖ τὰ πλεῖστα βιάσασθαι. καὶ τά γε βέλη αὐτοῦ οἱ λόγοι εἰσίν, οἶμαι, ὀξεῖς καὶ εὔστοχοι καὶ ταχεῖς καὶ τὰς ψυχὰς τιτρώσκοντες· πτερόεντα γοῦν τὰ ἔπη καὶ ὑμεῖς φατε εἶναι.