ταῦτα οἱ Ἰνδοὶ καὶ ὁ βασιλεῦς αὐτῶν ἀκούοντες ἐγέλων, ὡς τὸ εἰκός, καὶ οὐδʼ ἀντεπεξάγειν ἢ παρατάττεσθαι ἠξίουν, ἀλλʼ εἴπερ ἄρα, τὰς γυναῖκας ἐπαφήσειν αὐτοῖς, εἰ πλησίον γένοιντο, σφίσι δὲ καὶ νικᾶν αἰσχρὸν ἐδόκει καὶ φονεύειν γύναια μεμηνότα καὶ θηλυμίτρην ἄρχοντα καὶ μεθύον σμικρὸν γερόντιον καὶ ἡμίτραγον στρατιώτην ἄλλον ἡμίτραγον στρατιώτην ἄλλον Harmon: ἡμιστρατιώτην ἄλλον ΜSS.: ἡμίτραγον ἄλλον Hartmann: ἥμισυν τραγοειδῆ ἄνθρωπον Schwartz. καὶ γυμνήτας ὀρχηστάς, πάντας πάντας MSS.: πάντα Schwartz. γελοίους. ἐπεὶ δὲ ἤγγελτο πυρπολῶν ὁ θεὸς ἤδη τὴν χώραν καὶ πόλεις αὐτάνδρους καταφλέγων καὶ ἀνάπτων τὰς ὕλας καὶ ἐν βραχεῖ πᾶσαν τὴν Ἰνδικὴν φλογὸς ἐμπεπληκώς — ὅπλον γάρ τι Διονυσιακὸν τὸ πῦρ, πατρῷον αὐτῷ κἀκ τοῦ κεραυνοῦ — ἐνταῦθα ἤδη σπουδῇ ἀνελάμβανον τὰ ὅπλα καὶ τοὺς ἐλέφαντας ἐπισάξαντες καὶ ἐγχαλινώσαντες καὶ τοὺς πύργους ἀναθέμενοι ἐπʼ αὐτοὺς ἀντεπεξῄεσαν, καταφρονοῦντες μὲν καὶ τότε, ὀργιζόμενοι δὲ ὅμως καὶ συντρῖψαι σπεύδοντες αὐτῷ στρατοπέδῳ τὸν ἀγένειον ἐκεῖνον στρατηλάτην. ἐπεὶ δὲ πλησίον ἐγένοντο καὶ εἶδον ἀλλήλους, οἱ μὲν Ἰνδοὶ προτάξαντες τοὺς ἐλέφαντας ἐπῆγον τὴν φάλαγγα, ὁ Διόνυσος δὲ τὸ μέσον μὲν αὐτὸς εἶχε, τοῦ κέρως δὲ αὐτῷ τοῦ δεξιοῦ μὲν ὁ Σιληνός, τοῦ εὐωνύμου δὲ ὁ Πὰν ἡγοῦντο· λοχαγοὶ δὲ καὶ ταξίαρχοι οἱ Σάτυροι ἐγκαθειστήκεσαν· καὶ τὸ μὲν σύνθημα ἦν ἅπασι τὸ εὐοῖ. εὐθὺς δὲ τὰ τύμπανα ἐπαταγεῖτο καὶ τὰ κύμβαλα τὸ πολεμικὸν ἐσήμαινε καὶ τῶν Σατύρων τις λαβὼν τὸ κέρας ἐπηύλει τὸ ὄρθιον καὶ ὁ τοῦ Σιληνοῦ ὄνος ἐνυάλιόν τι ὠγκήσατο καὶ αἱ Μαινάδες σὺν ὀλολυγῇ ἐνεπήδησαν αὐτοῖς δράκοντας ὑπεζωσμέναι κἀκ τῶν θύρσων ἄκρων ἀπογυμνοῦσαι τὸν σίδηρον. οἱ Ἰνδοὶ δὲ καὶ οἱ ἐλέφαντες αὐτῶν αὐτίκα ἐγκλίναντες σὺν οὐδενὶ κόσμῳ ἔφευγον οὐδʼ ἐντὸς βέλους γενέσθαι ὑπομείναντες, καὶ τέλος κατὰ κράτος ἑαλώκεσαν καὶ αἰχμάλωτοι ἀπήγοντο ὑπὸ τῶν τέως καταγελωμένων, ἔργῳ μαθόντες ὡς οὐκ ἐχρῆν ἀπὸ τῆς πρώτης ἀκοῆς καταφρονεῖν ξένων στρατοπέδων.