ὅτε ὁ Διόνυσος ἐπʼ Ἰνδοὺς στρατιὰν ἤλασε — κωλύει γὰρ οὐδέν, οἶμαι, καὶ μῦθον ὑμῖν διηγήσασθαι Βακχικόν — φασὶν οὕτω καταφρονῆσαι αὐτοῦ τὰ πρῶτα τοὺς ἀνθρώπους τοὺς ἐκεῖ, ὥστε καταγελᾶν ἐπιόντος, μᾶλλον δὲ ἐλεεῖν τὴν τόλμαν αὐτίκα μάλα συμπατηθησομένου ὑπὸ τῶν ἐλεφάντων, εἰ ἀντιτάξαιτο· ἀντιτάξαιτο MSS : ἀντιτάξοιτο Cobet, ἤκουον γάρ, οἶμαι, τῶν σκοπῶν ἀλλόκοτα ὑπὲρ τῆς στρατιᾶς αὐτοῦ ἀγγελλόντων, ὡς ἡ μὲν φάλαγξ αὐτῷ καὶ οἱ λόχοι γυναῖκες εἶεν ἔκφρονες καὶ μεμηνυῖαι, κιττῷ ἐστεμμέναι, νεβρίδας ἐνημμέναι, δοράτια μικρὰ ἔχουσαι ἀσίδηρα, κιττοποίητα καὶ ταῦτα, καί τινα πελτάρια κοῦφα, βομβοῦντα, εἴ τις μόνον προσάψαιτο — ἀσπίσι γὰρ εἴκαζον, οἶμαι, οἶμαι Rothstein : καὶ MSS. τὰ τύμπανα — ὀλίγους δέ τινας ἀγροίκους νεανίσκους ἐνεῖναι, γυμνούς, κόρδακα ὀρχουμένους, οὐρὰς ἔχοντας, κεράστας, οἷα τοῖς ἄρτι γεννηθεῖσιν ἐρίφοις ὑποφύεται. καὶ τὸν μὲν στρατηλάτην αὐτὸν ἐφʼ ἅρματος ὀχεῖσθαι παρδάλεων ὑπεζευγμένων, ἀγένειον ἀκριβῶς, οὐδʼ ἐπʼ ὀλίγον τὴν παρειὰν χνοῶντα, κερασφόρον, βοτρύοις ἐστεφανωμένον, μίτρᾳ τὴν κόμην ἀναδεδεμένον, ἐν πορφυρίδι καὶ χρυσῇ ἐμβάδι· ὑποστρατηγεῖν δὲ δύο, ἕνα μέν τινα βραχύν, πρεσβύτην, ὑπόπαχυν, προγάστορα, ῥινόσιμον, ὦτα μεγάλα ὄρθια ἔχοντα, ὑπότρομον, νάρθηκι ἐπερειδόμενον, ἐπʼ ὄνου τὰ πολλὰ ἱππεύοντα, ἐν κροκωτῷ καὶ τοῦτον, πάνυ πιθανόν τινα συνταγματάρχην αὐτοῦ ἕτερον δὲ τεράστιον ἄνθρωπον, τράγῳ τὰ νέρθεν ἐοικότα, κομήτην τὰ σκέλη, κέρατα ἔχοντα, βαθυπώγωνα, ὀργίλον καὶ θυμικόν, θατέρᾳ μὲν σύριγγα φέροντα, τῇ δεξιᾷ δὲ ῥάβδον καμπύλην ἐπηρμένον καὶ περισκιρτῶντα ὅλον τὸ στρατόπεδον, καὶ τὰ γύναια δὲ φοβεῖσθαι αὐτὸν καὶ σείειν ἠνεμωμένας τὰς κόμας, ὁπότε προσίοι, καὶ βοᾶν εὐοῖ· τοῦτο δʼ εἰκάζειν καλεῖσθαι αὐτῶν τὸν δεσπότην. τὰς δʼ οὖν ποίμνας διηρπάσθαι ἤδη ὑπὸ τῶν γυναικῶν καὶ διεσπάσθαι ἔτι ζῶντα τὰ θρέμματα· ὠμοφάγους γάρ τινας αὐτὰς εἶναι. ταῦτα οἱ Ἰνδοὶ καὶ ὁ βασιλεῦς αὐτῶν ἀκούοντες ἐγέλων, ὡς τὸ εἰκός, καὶ οὐδʼ ἀντεπεξάγειν ἢ παρατάττεσθαι ἠξίουν, ἀλλʼ εἴπερ ἄρα, τὰς γυναῖκας ἐπαφήσειν αὐτοῖς, εἰ πλησίον γένοιντο, σφίσι δὲ καὶ νικᾶν αἰσχρὸν ἐδόκει καὶ φονεύειν γύναια μεμηνότα καὶ θηλυμίτρην ἄρχοντα καὶ μεθύον σμικρὸν γερόντιον καὶ ἡμίτραγον στρατιώτην ἄλλον ἡμίτραγον στρατιώτην ἄλλον Harmon : ἡμιστρατιώτην ἄλλον ΜSS. : ἡμίτραγον ἄλλον Hartmann : ἥμισυν τραγοειδῆ ἄνθρωπον Schwartz. καὶ γυμνήτας ὀρχηστάς, πάντας πάντας MSS.: πάντα Schwartz. γελοίους. ἐπεὶ δὲ ἤγγελτο πυρπολῶν ὁ θεὸς ἤδη τὴν χώραν καὶ πόλεις αὐτάνδρους καταφλέγων καὶ ἀνάπτων τὰς ὕλας καὶ ἐν βραχεῖ πᾶσαν τὴν Ἰνδικὴν φλογὸς ἐμπεπληκώς — ὅπλον γάρ τι Διονυσιακὸν τὸ πῦρ, πατρῷον αὐτῷ κἀκ τοῦ κεραυνοῦ — ἐνταῦθα ἤδη σπουδῇ ἀνελάμβανον τὰ ὅπλα καὶ τοὺς ἐλέφαντας ἐπισάξαντες καὶ ἐγχαλινώσαντες καὶ τοὺς πύργους ἀναθέμενοι ἐπʼ αὐτοὺς ἀντεπεξῄεσαν, καταφρονοῦντες μὲν καὶ τότε, ὀργιζόμενοι δὲ ὅμως καὶ συντρῖψαι σπεύδοντες αὐτῷ στρατοπέδῳ τὸν ἀγένειον ἐκεῖνον στρατηλάτην. ἐπεὶ δὲ πλησίον ἐγένοντο καὶ εἶδον ἀλλήλους, οἱ μὲν Ἰνδοὶ προτάξαντες τοὺς ἐλέφαντας ἐπῆγον τὴν φάλαγγα, ὁ Διόνυσος δὲ τὸ μέσον μὲν αὐτὸς εἶχε, τοῦ κέρως δὲ αὐτῷ τοῦ δεξιοῦ μὲν ὁ Σιληνός, τοῦ εὐωνύμου δὲ ὁ Πὰν ἡγοῦντο· λοχαγοὶ δὲ καὶ ταξίαρχοι οἱ Σάτυροι ἐγκαθειστήκεσαν· καὶ τὸ μὲν σύνθημα ἦν ἅπασι τὸ εὐοῖ. εὐθὺς δὲ τὰ τύμπανα ἐπαταγεῖτο καὶ τὰ κύμβαλα τὸ πολεμικὸν ἐσήμαινε καὶ τῶν Σατύρων τις λαβὼν τὸ κέρας ἐπηύλει τὸ ὄρθιον καὶ ὁ τοῦ Σιληνοῦ ὄνος ἐνυάλιόν τι ὠγκήσατο καὶ αἱ Μαινάδες σὺν ὀλολυγῇ ἐνεπήδησαν αὐτοῖς δράκοντας ὑπεζωσμέναι κἀκ τῶν θύρσων ἄκρων ἀπογυμνοῦσαι τὸν σίδηρον. οἱ Ἰνδοὶ δὲ καὶ οἱ ἐλέφαντες αὐτῶν αὐτίκα ἐγκλίναντες σὺν οὐδενὶ κόσμῳ ἔφευγον οὐδʼ ἐντὸς βέλους γενέσθαι ὑπομείναντες, καὶ τέλος κατὰ κράτος ἑαλώκεσαν καὶ αἰχμάλωτοι ἀπήγοντο ὑπὸ τῶν τέως καταγελωμένων, ἔργῳ μαθόντες ὡς οὐκ ἐχρῆν ἀπὸ τῆς πρώτης ἀκοῆς καταφρονεῖν ξένων στρατοπέδων. Ἀλλὰ τί πρὸς τὸν Διόνυσον ὁ Διόνυσος οὗτος; εἴποι τις ἄν. ὅτι μοι δοκοῦσι — καὶ πρὸς Χαρίτων μή με κορυβαντιᾶν ἢ τελέως μεθύειν ὑπολάβητε, εἰ τἀμὰ εἰκάζω τοῖς θεοῖς — ὅμοιόν τι πάσχειν οἱ πολλοὶ πρὸς τοὺς καινοὺς τῶν λόγων τοῖς Ἰνδοῖς ἐκείνοις, οἷον καὶ πρὸς τοὺς ἐμούς· οἰόμενοι γὰρ σατυρικὰ καὶ γελοῖά τινα καὶ κομιδῇ κωμικὰ παρʼ ἡμῶν ἀκούσεσθαι — τοιαῦτα γὰρ γὰρ (in two late MSS. only) Harmon, making τοιαῦτα . . . ἐμοῦ parenthetical. πεπιστεύκασιν, οὐκ οἶδʼ ὅ τι δόξαν αὐτοῖς ὑπὲρ ἐμοῦ—οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἀφικνοῦνται, ὡς οὐδὲν δέον παρέχειν τὰ ὦτα κώμοις γυναικείοις καὶ σκιρτήμασι σατυρικοῖς καταβάντας ἀπὸ τῶν ἐλεφάντων, οἱ δὲ ὡς ἐπὶ τοιοῦτό τι ἥκοντες ἀντὶ τοῦ κιττοῦ σίδηρον εὑρόντες οὐδʼ οὕτως ἐπαινεῖν τολμῶσι τῷ παραδόξῳ τοῦ πράγματος τεθορυβημένοι. ἀλλὰ θαρρῶν ἐπαγγέλλομαι αὐτοῖς, ὅτι ἢν καὶ νῦν ὡς πρότερόν ποτε τὴν τελετὴν ἐθελήσωσιν ἐπιδεῖν πολλάκις καὶ ἀναμνησθῶσιν οἱ παλαιοὶ συμπόται κώμων κοινῶν τῶν τότε καιρῶν καὶ μὴ καταφρονήσωσιν τῶν Σατύρων καὶ Σιληνῶν, πίωσι δὲ ἐς κόρον τοῦ κρατῆρος τούτου, ἔτι βακχεύσειν ἔτι βακχεύσειν Schwartz : ἐμβακχεύσειν (or ἐκβ.) MSS. καὶ αὐτοὺς καὶ πολλάκις μεθʼ ἡμῶν ἐρεῖν τὸ εὐοῖ.