πυλὼν μὲν ὑψηλὸς ἀναβάσεις πλατείας ἔχων, ὑπτίας μᾶλλον ἢ ὀρθίας ὑπτίας, ὀρθίας E. Schwartz: ὕπτιος, ὄρθιος MSS. πρὸς τὴν τῶν ἀνιόντων εὐμάρειαν· εἰσιόντα δὲ τοῦτον ἐκδέχεται κοινὸς οἶκος εὐμεγέθης, ἱκανὴν ἔχων ὑπηρέταις καὶ ἀκολούθοις διατριβήν, ἐν ἀριστερᾷ δὲ τὰ ἐς τρυφὴν παρεσκευασμένα οἰκήματα, τὰ παρεσκευασμένα οἰκήματα Guyet : τῶν παρεσκευασμένων οἰκημάτων MSS.: τῶν παρεσκευασμένων οἰκήματα Schwartz. βαλανείῳ δʼ οὖν καὶ ταῦτα πρεπωδέστατα, χαρίεσσαι καὶ φωτὶ πολλῷ καταλαμπόμεναι ὑποχωρήσεις. εἶτʼ ἐχόμενος αὐτῶν οἶκος, περιττὸς μὲν ὡς πρὸς τὸ λουτρόν, ἀναγκαῖος δὲ ὡς πρὸς τὴν τῶν εὐδαιμονεστέρων ὑποδοχήν. μετὰ δὲ τοῦτον ἑκατέρωθεν διαρκεῖς τοῖς ἀποδυομένοις ἀποθέσεις, καὶ μέσος οἶκος ὕψει τε ὑψηλότατος καὶ φωτὶ φαιδρότατος, ψυχροῦ ὕδατος ἔχων τρεῖς κολυμβήθρας, Λακαίνῃ λίθῳ κεκοσμημένος, καὶ εἰκόνες ἐν αὐτῷ λίθου λευκοῦ τῆς ἀρχαίας ἐργασίας, ἡ μὲν Ὑγιείας, ἡ δὲ Ἀσκληπιοῦ. ἐξελθόντας δὲ ὑποδέχεται ἠρέμα χλιαινόμενος οἶκος οὐκ ἀπηνεῖ τῇ θέρμῃ προαπαντῶν, ἐπιμήκης, ἀμφιστρόγγυλος, μεθʼ ὃν ἐν δεξιᾷ οἶκος εὖ μάλα φαιδρός, ἀλείψασθαι προσηνῶς παρεχόμενος, ἑκατέρωθεν εἰσόδους ἔχων Φρυγίῳ λίθῳ κεκαλλωπισμένας, τοὺς ἀπὸ παλαίστρας εἰσιόντας δεχόμενος. εἶτʼ ἐπὶ τούτῳ ἄλλος οἶκος οἴκων ἁπάντων κάλλιστος, στῆναί τε καὶ ἐγκαθίζεσθαι προσηνέστατος καὶ ἐμβραδῦναι ἀβλαβέστατος καὶ ἐγκυλίσασθαι ὠφελιμώτατος, Φρυγίου καὶ αὐτὸς εἰς ὀροφὴν ἄκραν ἀποστίλβων. ἑξῆς δὲ ὁ θερμὸς ὑποδέχεται διάδρομος Νομάδι λίθῳ διακεκολλημένος. ὁ δὲ ἔνδον οἶκος κάλλιστος, φωτός τε πολλοῦ ἀνάμεστος καὶ ὡς πορφύρᾳ διηνθισμένος. τρεῖς καὶ οὗτος θερμὰς πυέλους παρέχεται.