τῶν σοφῶν ἐκείνους μάλιστα ἔγωγέ φημι δεῖν ἐπαινεῖν, ὁπόσοι μὴ λόγους μόνον δεξιοὺς παρέσχοντο ὑπὲρ τῶν πραγμάτων ἑκάστων, ἀλλὰ καὶ ἔργοις ὁμοίοις τὰς τῶν λόγων ὑποσχέσεις ἐπιστώσαντο. καὶ γὰρ τῶν ἰατρῶν ὅ γε νοῦν ἔχων οὐ τοὺς ἄριστα ὑπὲρ τῆς τέχνης εἰπεῖν δυναμένους μεταστέλλεται νοσῶν, ἀλλὰ τοὺς πρᾶξαί τι κατʼ αὐτὴν μεμελετηκότας. ἀμείνων δὲ καὶ μουσικός, οἶμαι, τοῦ διακρίνειν ῥυθμοὺς καὶ ἁρμονίας ἐπισταμένου ὁ καὶ ψᾶλαι καὶ κιθαρίσαι αὐτὸς δυνάμενος. τί γὰρ ἄν σοι τῶν στρατηγῶν λέγοιμι τοὺς εἰκότως ἀρίστους κριθέντας, ὅτι οὐ τάττειν μόνον καὶ παραινεῖν ἦσαν ἀγαθοί, ἀλλὰ καὶ προμάχεσθαι τῶν ἄλλων καὶ χειρὸς ἔργα ἐπιδείκνυσθαι; οἷον πάλαι μὲν Ἀγαμέμνονα καὶ Ἀχιλλέα, τῶν κάτω δὲ τὸν Ἀλέξανδρον καὶ Πύρρον ἴσμεν γεγονότας. πρὸς δὴ τί ταῦτʼ ἔφην; οὐ γὰρ ἄλλως ἱστορίαν ἐπιδείκνυσθαι βουλόμενος ἐπεμνήσθην αὐτῶν, ἀλλʼ ὅτι καὶ τῶν μηχανικῶν ἐκείνους ἄξιον θαυμάζειν, ὁπόσοι ἐν τῇ θεωρίᾳ λαμπροὶ γενόμενοι καὶ μνημόσυνα ὅμως τῆς τέχνης καὶ παραδείγματα παραδείγματα Rothstein : πράγματα MSS. τοῖς μετʼ αὐτοὺς κατέλιπον· ἐπεὶ οἵ γε τοῖς λόγοις μόνοις ἐγγεγυμνασμένοι σοφισταὶ ἂν εἰκότως μᾶλλον ἢ σοφοὶ καλοῖντο. τοιοῦτον ἀκούομεν τὸν Ἀρχιμήδη γενέσθαι καὶ τὸν Κνίδιον Σώστρατον, τὸν μὲν Πτολεμαίῳ χειρωσάμενον τὴν Μέμφιν Πτολεμαίῳ χειρωσάμενον τὴν Μέμφιν Palmer : Πτολεμαῖον χειρωσάμενον καὶ τὴν Μέμφιν MSS. “took Ptolemy and Memphis” ἄνευ πολιορκίας ἀποστροφῇ καὶ διαιρέσει τοῦ ποταμοῦ, τὸν δὲ τὰς τῶν πολεμίων τριήρεις καταφλέξαντα τῇ τέχνῃ. καὶ Θαλῆς δὲ ὁ Μιλήσιος πρὸ αὐτῶν ὑποσχόμενος Κροίσῳ ἄβροχον διαβιβάσειν τὸν στρατὸν ἐπινοίᾳ κατόπιν τοῦ στρατοπέδου μιᾷ νυκτὶ τὸν Ἅλυν περιήγαγεν, οὐ μηχανικὸς οὗτος γενόμενος, σοφὸς δὲ καὶ ἐπινοῆσαι καὶ συνεῖναι πιθανώτατος. τὸ μὲν γὰρ τοῦ Ἐπειοῦ πάνυ ἀρχαῖον, ὃς οὐ μόνον τεχνήσασθαι τοῖς Ἀχαιοῖς τὸν ἵππον, ἀλλὰ καὶ συγκαταβῆναι αὐτοῖς ἐς αὐτὸν λέγεται.