εἰ δʼ οὖν τι καὶ πέπρακται τοιοῦτον ἐν Σικελίᾳ, τοῦτʼ οὐ Δελφοῖς ἀναγκαῖον πολυπραγμονεῖν, εἰ μὴ ἀντὶ ἱερέων ἤδη δικασταὶ εἶναι ἀξιοῦμεν καί, δέον θύειν καὶ τἆλλα θεραπεύειν τὸν θεὸν καὶ συνανατιθέναι εἰ πέμψειέ τις, σκοποῦντες καθήμεθα εἴ τινες τῶν ὑπὲρ τὸν Ἰόνιον δικαίως ἢ ἀδίκως τυραννοῦνται. καὶ τὰ μὲν τῶν ἄλλων ἐχέτω ὅπῃ βούλεται· ἡμῖν δὲ ἀναγκαῖον, οἶμαι, τὰ ἡμέτερα αὐτῶν εἰδέναι, ὅπως τε πάλαι διέκειτο καὶ ὅπως νῦν ἔχει καὶ τί ποιοῦσι λῷον ἔσται· ὅτι μὲν δὴ ἐν κρημνοῖς τε οἰκοῦμεν αὐτοὶ καὶ πέτρας γεωργοῦμεν, οὐχ Ὅμηρον χρὴ περιμένειν δηλώσοντα ἡμῖν, ἀλλʼ ὁρᾶν πάρεστι ταῦτα. καὶ ὅσον ἐπὶ τῇ γῇ, βαθεῖ λιμῷ ἀεὶ συνῆμεν ἄν, τὸ δʼ ἱερὸν καὶ ὁ Πύθιος καὶ τὸ χρηστήριον καὶ οἱ θύοντες καὶ οἱ εὐσεβοῦντες, ταῦτα Δελφῶν τὰ πεδία, ταῦτα ἡ πρόσοδος, ἐντεῦθεν ἡ εὐπορία, ἐντεῦθεν αἱ τροφαί — χρὴ γὰρ τἀληθῆ πρός γε ἡμᾶς αὐτοὺς λέγειν — καὶ τὸ λεγόμενον ὑπὸ τῶν ποιητῶν, ἄσπαρτα ἡμῖν καὶ ἀνήροτα φύεται τὰ πάντα ὑπὸ γεωργῷ τῷ θεῷ, ὃς οὐ μόνον τὰ παρὰ τοῖς Ἕλλησιν ἀγαθὰ γιγνόμενα παρέχει, ἀλλʼ εἴ τι ἐν Φρυξὶν ἢ Λυδοῖς ἢ Πέρσαις ἢ Ἀσσυρίοις ἢ Φοίνιξιν ἢ Ἰταλιώταις ἢ Ὑπερβορέοις αὐτοῖς, πάντα ἐς Δελφοὺς ἀφικνεῖται. καὶ τὰ δεύτερα μετὰ τὸν θεὸν ἡμεῖς τιμώμεθα ὑφʼ ἁπάντων καὶ εὐποροῦμεν καὶ εὐδαιμονοῦμεν· ταῦτα τὸ ἀρχαῖον, ταῦτα τὸ μέχρι νῦν, καὶ μὴ παυσαίμεθά γε οὕτω βιοῦντες. μέμνηται δὲ οὐδεὶς πώποτε ψῆφον ὑπὲρ ἀναθήματος παρʼ ἡμῖν ἀναδοθεῖσαν οὐδὲ κωλυθέντα τινὰ θύειν ἢ ἀνατιθέναι. καὶ διὰ τοῦτʼ, οἶμαι, καὶ αὐτὸ εἰς ὑπερβολὴν ηὔξηται τὸ ἱερὸν καὶ ὑπερπλουτεῖ ἐν τοῖς ἀναθήμασιν. δεῖ τοίνυν μηδʼ ἐν τῷ παρόντι καινοτομεῖν μηδὲν μηδὲ παρὰ τὰ πάτρια νόμον καθιστάναι, φυλοκρινεῖν τὰ ἀναθήματα καὶ γενεαλογεῖν τὰ πεμπόμενα, ὅθεν καὶ ἀφʼ ὅτου καὶ ὁποῖα, δεξαμένους δὲ ἀπραγμόνως ἀνατιθέναι ὑπηρετοῦντας ἀμφοῖν, καὶ τῷ θεῷ καὶ τοῖς εὐσεβέσι. δοκεῖτε δέ μοι, ὦ ἄνδρες Δελφοί, ἄριστα βουλεύσεσθαι βουλεύσεσθαι Reitz: βουλεύεσθαι MSS. περὶ τῶν παρόντων, εἰ λογίσαισθε ὑπὲρ ὑπὲρ Sοmmerbrodt : πρῶτον ὑπὲρ MSS. ὅσων καὶ ἡλίκων ἐστὶν ἡ σκέψις, πρῶτον μὲν ὑπὲρ τοῦ θεοῦ καὶ τοῦ ἱεροῦ καὶ θυσιῶν καὶ ἀναθημάτων καὶ ἐθῶν ἀρχαίων καὶ θεσμῶν παλαιῶν καὶ δόξης τοῦ μαντείου, ἔπειτα ὑπὲρ τῆς πόλεως ὅλης καὶ τῶν συμφερόντων τῷ τε κοινῷ ἡμῶν καὶ ἰδίᾳ ἑκάστῳ Δελφῶν, ἐπὶ πᾶσι δὲ τῆς παρὰ πᾶσιν ἀνθρώποις εὐκλείας ἢ κακοδοξίας· τούτων γὰρ οὐκ οἶδα εἴ τι μεῖζον, εἰ σωφρονεῖτε, ἢ ἀναγκαιότερον ἡγήσαισθε ἄν. περὶ μὲν οὖν ὧν βουλευόμεθα, ταῦτά ἐστιν, οὐ Φάλαρις τύραννος εἷς οὐδʼ ὁ ταῦρος οὗτος οὐδὲ χαλκὸς μόνον, ἀλλὰ πάντες βασιλεῖς καὶ πάντες δυνάσται, ὅσοι νῦν χρῶνται τῷ ἱερῷ, καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα τίμια, πολλάκις ἀνατεθησόμενα τῷ θεῷ· πρῶτον μὲν γὰρ τὸ κατὰ τὸν θεὸν ἐξετασθῆναι ἄξιον.