<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="8"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>τὸ δὲ δὴ μέγιστον καὶ οἷον ἄν τις θαυμάσαι, ὁμιλῶν γὰρ τοῖς θεοῖς — οὐ γὰρ ἀνθρώπων γε οὐδέσι πλὴν εἰ μὴ τοῖς καλοῖς — ἐν δ’ οὖν τούτοις δημηγορῶν οὕτω πεποίηται σοβαρὸς τῷ κοινῷ τῶν Ἑλλήνων ποιητῇ καὶ θρασὺς  <milestone unit="Reitz_page" n="623"/> καὶ καταπληκτικός, ὥστ’ ἐν μὲν τῇ προτέρᾳ δημηγορίᾳ τὴν Ἥραν, καίτοι πρότερον πάντ’ εἰωθυῖαν ἐπιτιμᾶν αὐτῷ, ὅμως δ’ αὐτὴν οὕτως ἐφόβησεν, ὥστ’ ἤρκεσεν αὐτῇ τὸ μηδὲν παθεῖν, ἀλλὰ μέχοι λόγων στῆναι τὴν ὀργὴν τῷ Διί· τοὺς δ’ ἅπαντας θεοὺς ἐν τῇ ὑστέρᾳ πάλιν οὐχ ἧττον κατέστησε φοβηθῆναι γῆν ἀνασπάσειν αὐτοῖς ἀνδράσι καὶ θάλατταν ἀπειλήσας. μέλλων δὲ συνέσεσθαι καλοῖς οὕτω γίγνεται πρᾶος καὶ ἥμερος καὶ τοῖς πᾶσιν ἐπιεικής, ὥστε πρὸς ἅπασι τοῖς ἄλλοις καὶ αὐτὸ τὸ Ζεὺς εἶναι καταλιπών, ὅπως μὴ φαίνοιτο τοῖς παιδικοῖς ἀηδής, ἑτέρου τινὸς ὑποκρίνεται σχῆμα, καὶ τούτου καλλίστου καὶ οἵου τὸν ὁρῶντα προσαγαγέσθαι. τοσοῦτον αἰδοῦς καὶ τιμῆς παρέχεται τῷ κάλλει.</p></sp></div></div></body></text></TEI>