<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="7"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>ἀλλὰ μὴν ὅστις ἀνθρώπων ἠξιώθη τοῖς θεοῖς ὁμιλεῖν, οὐκ ἔστιν εὑρεῖν, πλὴν ὅσοι μετεσχήκασι κάλλους· Πέλοψ τε γὰρ τούτου χάριν τοῖς θεοῖς ἀμβροσίας μετέσχε, καὶ Γανυμήδης ὁ τοῦ Δαρδάνου οὕτω κεκρατηκέναι λέγεται τοῦ πάντων ὑπάτου θεῶν, ὥστ’ αὐτὸν οὐκ ἀνασχέσθαι συμμετασχεῖν αὐτῷ τινα τῶν ἄλλων θεῶν τῆς θήρας τῶν παιδικῶν, ἀλλ’ αὐτῷ μόνῳ πρέπουσαν ἡγούμενον εἶναι εἰς Γάργαρον καταπτάντα τῆς Ἴδης ἀναγαγεῖν ἐκεῖσε τὰ παιδικά, ὅπου συνέσεσθαι τὸν ἅπαντα ἔμελλε χρόνον. τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηται τῶν καλῶν, ὥστ’ <pb facs="operaexrecogniti03luciuoft_0466"/> οὐ μόνον αὐτοὺς ἠξίωσε τῶν οὐρανίων ἀναγαγὼν ἐκεῖσε, ἀλλὰ καὶ αὐτὸς ἐπὶ γῆς ὅ τι τύχοι γινόμενος συνῆν ἑκάστοτε τοῖς ἐρωμένοις, καὶ τοῦτο μὲν γενόμενος κύκνος συνεγένετο Λήδᾳ, τοῦτο δ’ ἐν εἴδει ταύρου τὴν Εὐρώπην ἁρπάξει, εἰχασθεὶς δ’ Ἀμφιτρύωνι γεννᾷ τὸν Ἡρακλέα. καὶ πολλά τις ἂν ἔχοι λέγειν τεχνάσματα τοῦ Διὸς ὅπως ἂν οἷς ἐπεθύμει συγγένοιτο μηχανωμένου.</p></sp></div></div></body></text></TEI>