<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="6"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>καὶ δὴ ἀρξάμενος ὁ Φίλων πρῶτος οὑτωσὶ τὸν λόγον ἐποιεῖτο· Ὡς ἔστι δεινόν, εἰ πάνθ’ ὅσα πράττομεν <pb facs="operaexrecogniti03luciuoft_0465"/> ἑκάστης ἡμέρας, ὡς περὶ καλῶν ποιούμεθα τὴν σπουδήν, αὐτοῦ δὲ τοῦ κάλλους οὐδένα ποιησόμεθα λόγον, ἀλλ’ οὕτω καθεδούμεθα σιγῇ ὥσπερ δεδοικότες μὴ λάθωμεν ἡμᾶς αὐτοὺς ὑπὲρ οὗ σπουδάζομεν τὸν ἅπαντα χρόνον εἰπόντες. καίτοι ποῦ τις ἂν χρήσαιτο πρεπόντως τοῖς λόγοις, εἰ περὶ τῶν μηδενὸς ἀξίων σπουδάζων περὶ τοῦ καλλίστου σιγῴη τῶν ὄντων; ἢ πῶς ἂν τὸ ἐν λόγοις καλὸν σώζοιτο κάλλιον μᾶλλον ἢ τῷ πάντα τἆλλα παρέντας περὶ αὐτοῦ λέγειν τοῦ τέλους ἡμᾶς τῶν ἑκάστοτε πραττομένων; ἀλλ’ ἵνα μὴ δόξω λέγειν μὲν ὡς χρὴ περὶ τοῦτο διακεῖσθαι εἰδέναι, εἰπεῖν δὲ μηδὲν ἐπίστασθαι περὶ αὐτοῦ, ὡς οἷόν τε βραχέα περὶ τούτου πειράσομαι διελθεῖν. κάλλους γὰρ δὴ πάντες μὲν ἐπεθύμησαν τυχεῖν, πάνυ δ’ ἠξιώθησαν ὀλίγοι τινές· οἳ δὲ ταύτης ἔτυχον τῆς δωρεᾶς, εὐδαιμονέστατοι πάντων ἔδοξαν γεγενῆσθαι καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων τὰ εἰκότα τετιμημένοι. τεκμήριον δέ· τῶν γοῦν θεῶν ἐξ ἡρώων γενομένων Ἡρακλῆς τέ ἐστιν ὁ Διὸς καὶ Διόσκουροι καὶ Ἑλένη, ὧν ὁ μὲν ἀνδρείας ἕνεκα ταύτης λέγεται τυχεῖν τῆς τιμῆς, Ἑλένη δὲ τοῦ κάλλους χάριν αὑτήν τε μεταβαλεῖν εἰς  <milestone unit="Reitz_page" n="622"/> θεὸν καὶ τοῖς Διοσκούροις αἰτία γενέσθαι πρὶν αὐτὴν εἰς οὐρανὸν ἀνελθεῖν τοῖς ὑπὸ γῆν συνεξητασμένοις.</p></sp></div></div></body></text></TEI>