Χαρίδημος καὶ δὴ ἀρξάμενος ὁ Φίλων πρῶτος οὑτωσὶ τὸν λόγον ἐποιεῖτο· Ὡς ἔστι δεινόν, εἰ πάνθ’ ὅσα πράττομεν ἑκάστης ἡμέρας, ὡς περὶ καλῶν ποιούμεθα τὴν σπουδήν, αὐτοῦ δὲ τοῦ κάλλους οὐδένα ποιησόμεθα λόγον, ἀλλ’ οὕτω καθεδούμεθα σιγῇ ὥσπερ δεδοικότες μὴ λάθωμεν ἡμᾶς αὐτοὺς ὑπὲρ οὗ σπουδάζομεν τὸν ἅπαντα χρόνον εἰπόντες. καίτοι ποῦ τις ἂν χρήσαιτο πρεπόντως τοῖς λόγοις, εἰ περὶ τῶν μηδενὸς ἀξίων σπουδάζων περὶ τοῦ καλλίστου σιγῴη τῶν ὄντων; ἢ πῶς ἂν τὸ ἐν λόγοις καλὸν σώζοιτο κάλλιον μᾶλλον ἢ τῷ πάντα τἆλλα παρέντας περὶ αὐτοῦ λέγειν τοῦ τέλους ἡμᾶς τῶν ἑκάστοτε πραττομένων; ἀλλ’ ἵνα μὴ δόξω λέγειν μὲν ὡς χρὴ περὶ τοῦτο διακεῖσθαι εἰδέναι, εἰπεῖν δὲ μηδὲν ἐπίστασθαι περὶ αὐτοῦ, ὡς οἷόν τε βραχέα περὶ τούτου πειράσομαι διελθεῖν. κάλλους γὰρ δὴ πάντες μὲν ἐπεθύμησαν τυχεῖν, πάνυ δ’ ἠξιώθησαν ὀλίγοι τινές· οἳ δὲ ταύτης ἔτυχον τῆς δωρεᾶς, εὐδαιμονέστατοι πάντων ἔδοξαν γεγενῆσθαι καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων τὰ εἰκότα τετιμημένοι. τεκμήριον δέ· τῶν γοῦν θεῶν ἐξ ἡρώων γενομένων Ἡρακλῆς τέ ἐστιν ὁ Διὸς καὶ Διόσκουροι καὶ Ἑλένη, ὧν ὁ μὲν ἀνδρείας ἕνεκα ταύτης λέγεται τυχεῖν τῆς τιμῆς, Ἑλένη δὲ τοῦ κάλλους χάριν αὑτήν τε μεταβαλεῖν εἰς θεὸν καὶ τοῖς Διοσκούροις αἰτία γενέσθαι πρὶν αὐτὴν εἰς οὐρανὸν ἀνελθεῖν τοῖς ὑπὸ γῆν συνεξητασμένοις. Χαρίδημος ἀλλὰ μὴν ὅστις ἀνθρώπων ἠξιώθη τοῖς θεοῖς ὁμιλεῖν, οὐκ ἔστιν εὑρεῖν, πλὴν ὅσοι μετεσχήκασι κάλλους· Πέλοψ τε γὰρ τούτου χάριν τοῖς θεοῖς ἀμβροσίας μετέσχε, καὶ Γανυμήδης ὁ τοῦ Δαρδάνου οὕτω κεκρατηκέναι λέγεται τοῦ πάντων ὑπάτου θεῶν, ὥστ’ αὐτὸν οὐκ ἀνασχέσθαι συμμετασχεῖν αὐτῷ τινα τῶν ἄλλων θεῶν τῆς θήρας τῶν παιδικῶν, ἀλλ’ αὐτῷ μόνῳ πρέπουσαν ἡγούμενον εἶναι εἰς Γάργαρον καταπτάντα τῆς Ἴδης ἀναγαγεῖν ἐκεῖσε τὰ παιδικά, ὅπου συνέσεσθαι τὸν ἅπαντα ἔμελλε χρόνον. τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηται τῶν καλῶν, ὥστ’ οὐ μόνον αὐτοὺς ἠξίωσε τῶν οὐρανίων ἀναγαγὼν ἐκεῖσε, ἀλλὰ καὶ αὐτὸς ἐπὶ γῆς ὅ τι τύχοι γινόμενος συνῆν ἑκάστοτε τοῖς ἐρωμένοις, καὶ τοῦτο μὲν γενόμενος κύκνος συνεγένετο Λήδᾳ, τοῦτο δ’ ἐν εἴδει ταύρου τὴν Εὐρώπην ἁρπάξει, εἰχασθεὶς δ’ Ἀμφιτρύωνι γεννᾷ τὸν Ἡρακλέα. καὶ πολλά τις ἂν ἔχοι λέγειν τεχνάσματα τοῦ Διὸς ὅπως ἂν οἷς ἐπεθύμει συγγένοιτο μηχανωμένου. Χαρίδημος τὸ δὲ δὴ μέγιστον καὶ οἷον ἄν τις θαυμάσαι, ὁμιλῶν γὰρ τοῖς θεοῖς — οὐ γὰρ ἀνθρώπων γε οὐδέσι πλὴν εἰ μὴ τοῖς καλοῖς — ἐν δ’ οὖν τούτοις δημηγορῶν οὕτω πεποίηται σοβαρὸς τῷ κοινῷ τῶν Ἑλλήνων ποιητῇ καὶ θρασὺς καὶ καταπληκτικός, ὥστ’ ἐν μὲν τῇ προτέρᾳ δημηγορίᾳ τὴν Ἥραν, καίτοι πρότερον πάντ’ εἰωθυῖαν ἐπιτιμᾶν αὐτῷ, ὅμως δ’ αὐτὴν οὕτως ἐφόβησεν, ὥστ’ ἤρκεσεν αὐτῇ τὸ μηδὲν παθεῖν, ἀλλὰ μέχοι λόγων στῆναι τὴν ὀργὴν τῷ Διί· τοὺς δ’ ἅπαντας θεοὺς ἐν τῇ ὑστέρᾳ πάλιν οὐχ ἧττον κατέστησε φοβηθῆναι γῆν ἀνασπάσειν αὐτοῖς ἀνδράσι καὶ θάλατταν ἀπειλήσας. μέλλων δὲ συνέσεσθαι καλοῖς οὕτω γίγνεται πρᾶος καὶ ἥμερος καὶ τοῖς πᾶσιν ἐπιεικής, ὥστε πρὸς ἅπασι τοῖς ἄλλοις καὶ αὐτὸ τὸ Ζεὺς εἶναι καταλιπών, ὅπως μὴ φαίνοιτο τοῖς παιδικοῖς ἀηδής, ἑτέρου τινὸς ὑποκρίνεται σχῆμα, καὶ τούτου καλλίστου καὶ οἵου τὸν ὁρῶντα προσαγαγέσθαι. τοσοῦτον αἰδοῦς καὶ τιμῆς παρέχεται τῷ κάλλει. Χαρίδημος καὶ οὐχ ὁ μὲν Ζεὺς οὕτω μόνος ἑάλω τοῦ κάλλους, τῶν δ’ ἄλλων οὐδεὶς θεῶν, ἵνα μᾶλλον ἔχειν δοκῇ ταῦτα κατηγορίαν Διός, οὐχ ὑπὲρ τοῦ κάλλους εἰρῆσθαι· ἀλλ’ εἴ τις ἀκριβῶς ἐθελήσει σκοπεῖν, πάντας ἂν εὕροι θεοὺς ταὐτὰ πεπονθότας Διί, οἷον τὸν μὲν Ποσειδῶ τοῦ Πέλοπος ἡττημένον, Ὑακίνθου δὲ τὸν Ἀπόλλω, τὸν Ἑρμῆν δὲ τοῦ Κάδμου. Χαρίδημος καὶ θεαὶ δ’ ἐλάττους οὐκ αἰσχύνονται φαινόμεναι τούτου, ἀλλ’ ὥσπερ φιλοτιμίαν αὐταῖς ἔχειν δοκεῖ τὸ τῷ δεῖνι συγγενομένην καλῷ διηγεῖσθαι παρεσχῆσθαι τοῖς ἀνθρώποις. ἔτι δὲ τῶν μὲν ἄλλων ἁπάντων ἑκάστη προστάτις οὖσα οὐχ ἑτέρα ἀμφισβητεῖ ἑτέρα περὶ ὧν ἄρχει, ἀλλ’ Ἀθηνᾶ μὲν τοῖς ἀνθρώποις ἡγουμένη τὰ ἐς πολέμους πρὸς Ἄρτεμιν οὐ διαμάχεται περὶ θήρας, ὡς δ’ αὕτως Ἀθηνᾷ κἀκείνη παραχωρεῖ τῶν πολεμικῶν, τῶν δὲ γάμων Ἥρα Ἀφροδίτῃ, οὐδ’ αὐτὴ πρὸς αὐτῆς ἐνοχλουμένη περὶ ὧν ἐφορεύει. ἑκάστη δ’ ἐπὶ κάλλει τοσοῦτον φρονεῖ καὶ πάσας ὑπερβάλλεσθαι δοκεῖ, ὥστε καὶ ἡ Ἔρις αὐτὰς ἀλλήλαις ἐκπολεμῶσαι βουλομένη οὐδὲν ἄλλο προὔβαλεν αὐταῖς ἢ κάλλος, οὕτως οἰομένη ῥᾳδίως ὅπερ ἤθελε καταστήσειν, ὀρθῶς καὶ φρονίμως τοῦτο λογιζομένη. σκέψαιτο δ’ ἄν τις ἐντεῦθεν τὴν τοῦ κάλλους περιουσίαν· ὡς γὰρ ἐλάβοντο τοῦ μήλου καὶ τὴν ἐπιγραφὴν ἀνελέξαντο, ἑκάστης αὐτῆς ὑπολαβούσης εἶναι τὸ μῆλον, μηδεμιᾶς δὲ τολμώσης τὴν ψῆφον καθ’ αὑτῆς ἐνεγκεῖν, ὡς ἄρ’ αἰσχροτέρα τῆς ἑτέρας εἴη τὴν ὄψιν, ἀνέρχονται παρὰ τὸν τῶν μὲν πατέρα, τῆς δ’ ἀδελφόν τε καὶ σύνοικον Δία ἐπιτρέψουσαι τὴν δίκην αὐτῷ. ἔχων δὲ καὶ αὐτὸς ἥτις ἐστὶν ἀποφήνασθαι καλλίστη καὶ πολλῶν ἀνδρείων ὄντων καὶ σοφῶν καὶ φρονίμων ἔν τε Ἑλλάδι καὶ τῇ βαρβάρῳ, ὁ δ’ ἐπιτρέπει τὴν κρίσιν Πάριδι τῷ Πριάμου ψῆφον ἐναργῆ καὶ καθαρὰν ἐξενεγκών, ὅτι καὶ φρονήσεως καὶ σοφίας καὶ ῥώμης ὑπερέχει τὸ κάλλος.