Χαρίδημος ἣν δὲ ξητεῖς αἰτίαν τῶν λόγων, αὐτὸς ἦν Κλεώνυμος ὁ καλός· καθημένου γὰρ αὐτοῦ μεταξὺ ἐμοῦ τε καὶ Ἀνδροκλέους τοῦ θείου. πολὺς ἐγίνετο λόγος τοῖς ἰδιώταις περὶ αὐτοῦ ἀποβλέπουσί τε εἰς αὐτὸν καὶ ὑπερεκπεπληγμένοις τὸ κάλλος. σχεδὸν οὖν πάντων ὀλιγωρήσαντες κάθηντο διεξιόντες ἐγκώμια τοῦ μειρακίου. ἀγασθέντες δὲ ἡμεῖς τῶν ἀνδρῶν τὴν φιλοκαλίαν καὶ ἅμα ἐπαινέσαντες αὐτοὺς ἀργίας τε πολλῆς εἶναι ὑπολαβόντες λόγοις ἀπολείπεσθαι τῶν ἰδιωτῶν περὶ τῶν καλλίστων, ᾧ μόνῳ τούτων οἰόμεθα προέχειν, καὶ δὴ ἡπτόμεθα τῶν περὶ κάλλους λόγων. ἔδοξεν οὖν ἡμῖν οὐκ ὀνομαστὶ λέγειν τὸν ἔπαινον τοῦ παιδός — οὐ γὰρ ἂν ἔχειν καλῶς, ἐμβαλεῖν γὰρ ἂν αὐτὸν εἰς πλείω τρυφήν — ἀλλ’ οὐδὲ μὴν ὥσπερ ἐκείνους οὕτως ἀτάκτως, ὅπερ ἕκαστος τύχοι, λέγειν, ἀλλ’ ἕκαστον εἰπεῖν ἰδίᾳ ὅσ’ ἂν ἀπομνημονεύοι περὶ τοῦ προκειμένου.