<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="4"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>παρῆσαν μέντοι τῷ συμποσίῳ καὶ ἄλλοι πολλοὶ οἱ μὲν συγγενεῖς αὐτῷ, οἱ δὲ καὶ <pb facs="operaexrecogniti03luciuoft_0464"/> ἄλλως συνήθεις, οἱ δὲ λόγου τε ἄξιοι τό τε συμπόσιον ὅλον κεκοσμηκότες καὶ κάλλους ἐγκώμια διελθόντες Φίλων τε ἦν ὁ Δεινίου καὶ Ἀρίστιππος ὁ Ἀγασθένους καὶ τρίτος αὐτός· συγκατέλεκτο δὲ ἡμῖν καὶ Κλεώνυμος ὁ καλὸς ὁ τοῦ Ἀνδροκλέους ἀδελφιδοῦς, μειράκιον ἁπαλόν τε καὶ τεθρυμμένον· νοῦν μέντοι γε ἐδόκει ἔχειν, πάνυ γὰρ προθύμως ἠκροᾶτο τῶν λόγων. πρῶτος δὲ ὁ Φίλων περὶ τοῦ κάλλους ἤρξατο λέγειν προοιμιασάμενος οὕτω. </p></sp><sp rend="align(indent)"><speaker>Ἕρμιππος</speaker><p>Μηδαμῶς, ὦ ἑταῖρε, μὴ πρὶν τῶν ἐγκωμίων ἄρξῃ, πρὶν ἄν μοι καὶ τὴν αἰτίαν ἀποδῷς, ὑφ’ ἧς εἰς τούτους προήχθητε τοὺς λόγους.</p></sp><sp rend="align(indent)"><speaker>Χαρίδημος</speaker><p>Εἰκῆ διατρίβεις ἡμᾶς, ὦγαθέ, πάλαι δυναμένους τὸν ἅπαντα λόγον διελθόντας ἀπαλλαγῆναι. πλὴν ἀλλὰ τί τις ἂν χρήσαιτο, ὁπότε φίλος τις ὢν βιάζοιτο; ἀνάγκη γὰρ ὑφίστασθαι πᾶν ὁτιοῦν.</p></sp></div></div></body></text></TEI>