<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="3"><sp rend="align(indent)"><speaker>Ἕρμιππος</speaker><p>Τούτων μὲν δὴ ἕνεκα οἶδά σοι χάριν. ἀλλ᾽ εἴ μοι τον πάντα λόγον ἐξ ἀρχῆς ἀποδοίης, ὅ τι τε ἦν ὅπερ ἀνέγνω βιβλίον Ἀνδροκλῆς τίνα τε νενίκηκε καὶ τίνας ὑμᾶς εἰς τὸ συμπόσιον κέκληκεν, οὕτως ἂν ἱκανὴν καταθεῖο τὴν χάριν.</p></sp><sp rend="align(indent)"><speaker>Χαρίδημος</speaker><p>Τὸ μὲν δὴ βιβλίον ἦν ἐγκώμιον Ἡρακλέους ἔκ τινος ὀνείρατος, ὡς ἔλεγε, πεποιημένον αὐτῷ· νενίκηκε δὲ Διότιμον τὸν Μεγαρόθεν ἀνταγωνισάμενον αὐτῷ περὶ τῶν ἀσταχύων, μᾶλλον δὲ περὶ τῆς δόξης.</p></sp><sp rend="align(indent)"><speaker>Ἕρμιππος</speaker><p>Τί δ᾽ ἦν ὃ ἐκεῖνος ἀνέγνω βιβλίον;</p></sp><sp rend="align(indent)"><speaker>Χαρίδημος</speaker><p>Ἐγκώμιον τοῖν Διοσκούροιν. ἔφασκε δὲ καὶ  <milestone unit="Reitz_page" n="620"/> αὐτὸς ἐκ μεγάλων κινδύνων ὑπ᾽ ἐκείνων σεσωσμένος ταύτην αὐτοῖς καταθεῖναι τὴν χάριν, ἄλλως τε καὶ ὑπ᾿ ἐκείνων παρακεκλημένος ἐπ᾽ ἄκροις ἱστίοις ἐν τοῖς ἐσχάτοις κινδύνοις φανέντων.</p></sp></div></div></body></text></TEI>