Χαρίδημος τοσοῦτον δὲ τὸ κάλλος τῶν ἄλλων ἁπάντων ὑπερέχειν δοκεῖ, ὥστε τῶν μὲν ἢ δικαιοσύνης ἢ σοφίας ἢ ἀνδρείας μετεχόντων πολλά τις ἂν εὕρον τιμώμενα μᾶλλον. τῶν δὲ ταύτης τῆς ἰδέας κεκοινωνηκότων βέλτιόν ἐστιν εὑρεῖν οὐδέν, ὥσπερ δὴ καὶ τῶν μὴ μετεσχηκότων ἀτιμότερον οὐδέν· μόνους γοῦν τοὺς μὴ καλοὺς ὀνομάζομεν αἰσχρούς, ὡς οὐδὲν ὄν, εἴ τί τις ἔχων τύχοι πλεονέκτημα τῶν ἄλλων κάλλους ἐστερημένος.