Χαρίδημος καὶ τῶν μὲν ἄλλων ἀγαθῶν, ὧν ἂν ἐνδεεῖς ὦμεν, οὐ περαιτέρω σπουδάζομεν τοῦ τυχεῖν, κάλλους δ’ ἡμῖν οὐδεὶς οὐδεπώποτε γέγονε κορος, ἀλλ’ ἐάν τε τὸν Ἀγλαΐης, τὸν εἰς Ἴλιόν ποτε συναναβάντα τοῖς Ἀχαιοῖς. ἐάν θ’ Ὑάκινθον τὸν καλὸν ἢ τὸν Λακεδαιμόνιον Νάρκισσον κάλλει νικῶμεν, οὐκ ἀρχεῖν ἡμῖν δοκοῦμεν, ἀλλὰ δεδοίκαμεν μὴ λάθωμεν τοῖς ἐπιγιγνομένοις ἂν καταλιπόντες ὑπερβολήν.