<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="22"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>Εἰ μὲν πρῶτος αὐτὸς ἦρχον περὶ τοῦ κάλλους λέγειν, προοιμίων ἂν ἐδεόμην συχνῶν, ἐπεὶ δ’ ἐπὶ πολλοῖς ἔρχομαι τοῖς πρότερον εἰρηκόσιν ἐρῶν, οὐδὲν ἀπεικὸς τοῖς ἐκείνων κεχρημένον ὡς προοιμίοις ἐπιφέρειν ἑξῆς τὸν λόγον, ἄλλως τ’ οὐδ’ ἑτέρωσε τῶν λόγων γινομένων, ἀλλ’ ἐνταῦθα καὶ τῆς αὐτῆς ἡμέρας, ὥστ’ ἐνεῖναι καὶ τοὺς παρόντας λαθεῖν, ὡς ἄρ’ οὐχ ἕκαστος ἰδίᾳ λογοποιοῦσιν, ἀλλὰ τὸν αὐτὸν ἕκαστος ἐπὶ μέρους διεξέρχονται λόγον. ἑτέρῳ μὲν οὖν ἤρκει γ’ ἂν εἰς εὐφημίαν ἅπερ ὑμῶν ἕκαστος ἔτυχεν εἰπὼν περὶ τοῦ κάλλους ἰδία, τούτῳ δὲ τοσοῦτον περίεστιν, ὥστε καὶ τοῖς ἐπιγιγνομένοις ἔξω τῶν νῦν εἰρημένων οὐ δεῖν ἐπαίνων τῶν εἰς αὐτό· πλεῖστα γὰρ πολλαχόθεν, αὐτὰ πρῶτα δεῖν λέγειν ἕκαστα, δόξαν παρίστησιν, ὥσπερ ἀνθέων εὐτυχοῦντι λειμῶνι, ἀεὶ τῶν φαινομένων ἄρτι προσαγομένων τοὺς δρεπομένους. ἐγὼ <pb facs="operaexrecogniti03luciuoft_0474"/> δ’ ἐκ πάντων ἐκλέξας ὅσα μοι δοκῶ μὴ βέλτιον εἶναι παραλιπεῖν, λέξω διὰ βραχέων, ὅπως τῷ τε κάλλει τὰ γιγνόμενα ἀποδώσω ὑμῖν τε τὸ μακρολογεῖν παραλιπὼν δράσω κεχαρισμένα.</p></sp></div></div></body></text></TEI>