Ἕρμιππος Σὺ δὲ λοιπὸς εἶ, Χαρίδημε. ὅπως δ’ ὥσπερ κορωνίδα τῶν τοῦ κάλλους καλῶν ἐπιθήσῃ τὸν λόγον. Χαρίδημος Μηδαμῶς, ὦ πρὸς θεῶν, περαιτέρω προελθεῖν μὲ βιάσῃ· ἱκανὰ γὰρ δηλῶσαι τὴν συνουσίαν καὶ τὰ νῦν εἰρημένα, ἄλλως τ’ οὐδ’ ὅσαπερ εἶπον ἀπομνημονεύοντα. ῥᾷον γὰρ ἄν τις μνημονεύοι τῶν ἑτέροις εἰρημένων ἢ τῶν αὑτῷ. Ἕρμιππος Ταῦτα μὲν δή ἐστιν, ὧν ἐξ ἀρχῆς ἐπεθυμοῦμεν ἐπιτυχεῖν· οὐ γὰρ δὴ τοσοῦτον ἡμῖν τῶν λόγων ἐκείνων ὅσον ἐμέλησε τῶν σῶν ἀκοῦσαι. ὥστ’, ἢν τούτων ἀποστερήσῃς, κἀκεῖνα μάτην ἔσῃ πεπονηκώς. ἀλλὰ πρὸς Ἑρμοῦ τὸν ἅπαντα λόγον, ὥσπερ ὑπέστης ἐξ ἀρχῆς, ἀπόδος. Χαρίδημος Βέλτιον μὲν ἦν τούτοις ἀπαλλάττειν με τῶν δυσχερῶν ἀγαπῶντα· ἐπεὶ δ’ οὕτω προθυμῇ καὶ τῶν ἡμετέρων ἀκοῦσαι λόγων, καὶ τοῦθ’ ὑπηρετεῖν ἀνάγκη. ὧδε τοίνυν καὶ αὐτὸς ἐποιησάμην τὸν λόγον· Χαρίδημος Εἰ μὲν πρῶτος αὐτὸς ἦρχον περὶ τοῦ κάλλους λέγειν, προοιμίων ἂν ἐδεόμην συχνῶν, ἐπεὶ δ’ ἐπὶ πολλοῖς ἔρχομαι τοῖς πρότερον εἰρηκόσιν ἐρῶν, οὐδὲν ἀπεικὸς τοῖς ἐκείνων κεχρημένον ὡς προοιμίοις ἐπιφέρειν ἑξῆς τὸν λόγον, ἄλλως τ’ οὐδ’ ἑτέρωσε τῶν λόγων γινομένων, ἀλλ’ ἐνταῦθα καὶ τῆς αὐτῆς ἡμέρας, ὥστ’ ἐνεῖναι καὶ τοὺς παρόντας λαθεῖν, ὡς ἄρ’ οὐχ ἕκαστος ἰδίᾳ λογοποιοῦσιν, ἀλλὰ τὸν αὐτὸν ἕκαστος ἐπὶ μέρους διεξέρχονται λόγον. ἑτέρῳ μὲν οὖν ἤρκει γ’ ἂν εἰς εὐφημίαν ἅπερ ὑμῶν ἕκαστος ἔτυχεν εἰπὼν περὶ τοῦ κάλλους ἰδία, τούτῳ δὲ τοσοῦτον περίεστιν, ὥστε καὶ τοῖς ἐπιγιγνομένοις ἔξω τῶν νῦν εἰρημένων οὐ δεῖν ἐπαίνων τῶν εἰς αὐτό· πλεῖστα γὰρ πολλαχόθεν, αὐτὰ πρῶτα δεῖν λέγειν ἕκαστα, δόξαν παρίστησιν, ὥσπερ ἀνθέων εὐτυχοῦντι λειμῶνι, ἀεὶ τῶν φαινομένων ἄρτι προσαγομένων τοὺς δρεπομένους. ἐγὼ δ’ ἐκ πάντων ἐκλέξας ὅσα μοι δοκῶ μὴ βέλτιον εἶναι παραλιπεῖν, λέξω διὰ βραχέων, ὅπως τῷ τε κάλλει τὰ γιγνόμενα ἀποδώσω ὑμῖν τε τὸ μακρολογεῖν παραλιπὼν δράσω κεχαρισμένα. Χαρίδημος τοῖς μὲν οὖν ἢ δι᾿ ἀνδρείαν ἢ καθ᾿ ἑτέραν τινὰ τῶν ἀρετῶν ἡμῶν προέχειν δοκοῦσιν, ἢν μὴ τῷ καθ’ ἡμέραν ποιεῖν εὖ ἀναγκάζωσιν ἡμᾶς εὖ αὐτοῖς διακεῖσθαι, βασκαίνομεν μᾶλλον, ἐξ ὧν τἂν οὐ καλῶς αὐτοῖς τὰ πράγματα πραττόμενα σχοίη· καλοὺς δ’ οὐ μόνον οὐ φθονοῦμεν τῆς ὥρας, ἀλλ’ εὐθύς τε ἰδόντες ἁλισκόμεθα ὑπεραγαπῶμέν τε οὐδ’ ἀποκνοῦμεν ὥσπερ κρείττοσιν, ὅσον ἂν ἡμῖν ἐξῇ, δουλεύοντες αὐτοῖς. ἥδιον ἂν οὖν ὑπακούσαι τις ὥρας εὐτυχηκότι ἢ προστάξειε τῷ μὴ τοιούτῳ, καὶ πλείω χάριν ἂν εἰδείη τῷ πολλὰ προςτάττοντι μᾶλλον ἢ τῷ μηδ’ ὁτιοῦν ἐπαγγέλλοντι. Χαρίδημος καὶ τῶν μὲν ἄλλων ἀγαθῶν, ὧν ἂν ἐνδεεῖς ὦμεν, οὐ περαιτέρω σπουδάζομεν τοῦ τυχεῖν, κάλλους δ’ ἡμῖν οὐδεὶς οὐδεπώποτε γέγονε κορος, ἀλλ’ ἐάν τε τὸν Ἀγλαΐης, τὸν εἰς Ἴλιόν ποτε συναναβάντα τοῖς Ἀχαιοῖς. ἐάν θ’ Ὑάκινθον τὸν καλὸν ἢ τὸν Λακεδαιμόνιον Νάρκισσον κάλλει νικῶμεν, οὐκ ἀρχεῖν ἡμῖν δοκοῦμεν, ἀλλὰ δεδοίκαμεν μὴ λάθωμεν τοῖς ἐπιγιγνομένοις ἂν καταλιπόντες ὑπερβολήν. Χαρίδημος σχεδὸν δ’ ὡς εἰπεῖν πάντων τῶν ἐν ἀνθρωποις πραγμάτων ὥσπερ κοινὸν παράδειγμα τὸ κάλλος ἐστί, καὶ οὔτε στρατηγοῖς εἰς κάλλος ἠμέληται τὰ στρατεύματα συντάττειν οὔτε ῥήτορσι τοὺς λόγους συντιθέναι οὔτε μὴν γραφεῦσι τὰς εἰκόνας γεγραφέναι. ἀλλὰ τί ταῦτα λέγω, ὧν τὸ κάλλος τέλος ἐστίν; ὧν γὰρ εἰς χρείαν ἥκομεν ἀναγκαίως, οὐκ ἐλλείπομεν οὐδὲν σπουδὴς εἰς ὅσον ἔξεστι κάλλιστα κατασκευάζειν· τῷ τε γὰρ Μενέλεῳ οὐ τοσοῦτον ἐμέλησε τῆς χρείας τῶν οἴκων, ἢ ὅσον τοὺς εἰσερχομένους ἐκπλήττειν, καὶ διὰ τοῦθ’ οὕτω πολυτελεστάτους ἅμα κατεσκεύασε καὶ καλλίστους, καὶ τῆς γνώμης οὐχ ἥμαρτεν· ὁ γὰρ Ὀδυσσέως οὕτως ἀγασθῆναι λέγεται τούτους, κατὰ πύστιν τοῦ πατρὸς εἰς αὐτὸν ἀφιγμένος, ὥστ’ εἰπεῖν Πεισιστράτῳ τῷ Νεστορίδῃ, Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλή. αὐτός θ’ ὁ τοῦ μειρακίου πατὴρ οὐκ ἄλλου του χάριν μιλτοπαρῄους ἦγε τὰς ναῦς συστρατευόμενος τοῖς Ἕλλησιν ἐπὶ Τροίαν ἢ ὅπως τοὺς ὁρῶντας ἐκπλήττειν ἔχῃ. καὶ σχεδὸν εἴ τις ἑκάστην ἐξετάξειν βούλεται τῶν τεχνῶν, εὑρήσει πάσας ἐς τὸ κάλλος ὁρώσας καὶ τούτου τυγχάνειν τοῦ παντὸς τιθεμένας.