Χαρίδημος ἀλλ’ ἵνα μὴ δόξωμεν ἀπορίᾳ τῶν περὶ κάλλους λόγων περὶ ταῦτα διατρίβειν ἀεί, ἐφ’ ἕτερον βούλομαι μεταβῆναι οὐδαμῶς ἔλαττον ὄν, ὥστε δεῖξαι τὴν τοῦ κάλλους ἀξίαν, τῶν πρότερον εἰρημένων, τὴν Ἀρκάδος Ἱπποδάμειαν Οἰνομάου, ὅσους τοῦ ταύτης κάλλους ἁλόντας μᾶλλον αἱρουμένους ἀπέφηνεν ἀποθνήσκειν ἢ ταύτης διῳκισμένους τὸν ἥλιον προσορᾶν. ὡς γὰρ ἐλάβετο τῆς ἡλικίας ἡ παῖς καὶ τὰς ἄλλας ὁ πατὴρ οὐκ ὀλίγῳ τῷ μέσῳ παρενεγκοῦσαν ἑώρα. τῆς μὲν ὥρας αὐτῆς ἁλοὺς — τοσοῦτον γὰρ αὐτῇ περιῆν, ὥστε καὶ τὸν γεγεννηκόθ’ ὑπηγάγετο παρὰ φύσιν — καὶ διὰ τοῦτ’ ἀξιῶν αὐτὴν ἔχειν παρ’ ἑαυτῷ, βούλεσθαι δ’ ἐκδιδόναι πλαττόμενος αὐτὴν τῷ ταύτης ἀξίῳ, τὰς παρ’ ἀνθρώπων φεύγων αἰτίας, μηχανήν τινα μηχανᾶται τῆς ἐπιθυμίας ἀδικωτέραν καὶ ἣν ᾤετο ῥαδίως ὅπερ ἐβούλετο καταστήδειν· ὑπὸ γὰρ ἅρματι. ὡς οἷόν τε μάλιστα ἦν, εἰς τάχος ὑπὸ τῆς τέχνης ἐξειργασμένῳ τοὺς ἐν Ἀρκαδίᾳ ξεύξας ἐν τῷ τότε ταχίστους ἵππους ἡμιλλᾶτο πρὸς τοὺς μνηστῆρας τῆς κόρης ἄθλον τῆς νίκης παρελθοῦσιν αὐτοῖς αὐτὴν προτιθεὶς ἢ στέρεσθαι τῆς κεφαλῆς ἡττηθέντας. καὶ ἠξίου δ’ αὐτὴν αὐτοῖς συναναβαίνειν τὸ ἅρμα, ὅπως ἀποσχολούμενοι περὶ ταύτην ἀμελοῖεν τῆς ἱππικῆς. οἱ δ’, ἀποτυχόντος τοῦ πρώτως ἁψαμένου τοῦ δρόμου καὶ τῆς κόρης ἐκπεσόντος μετὰ τοῦ ξῆν, τὸ μὲν ἀποκνῆσαι πρὸς τὸν ἀγῶνα ἢ μεταθεῖναί τι τῶν βεβουλευμένων μειρακιῶδες εἶναι ὑπολαβόντες, τὴν δ’ ὠμότητα μισήσαντες Οἰνομάου ἄλλος ἄλλον ἔφθανεν ἀποθνήσχων ὥσπερ δεδοικὼς μὴ τοῦ τεθνάναι περὶ τῆς κόρης ἁμάρτῃ. καὶ προῆλθέ γε μέχρι τρισκαίδεκα νέων ὁ φόνος· θεοὶ δ’ ἐκεῖνον τῆς πονηρίας μισήσαντες ταυτησὶ τούς τε τεθνεῶτας ἅμα καὶ τὴν κόρην ἐλεοῦντες, τοὺς μὲν ὅτι κτήματος ἀπεστέρηνται τοιούτου, τὴν κόρην δ’ ὅτι τῆς ὥρας οὐ κατὰ καιρὸν ἀπολαύοι, κηδόμενοί τὲ τοῦ νέου, ὅστις ἔμελλε — Πέλοψ δ’ ἦν οὗτος — ἀγωνιεῖσθαι, ἅρμα τε χαρίζονται τούτῳ κάλλιον τέχνης πεποιημένον ἵππους τε ἀθανάτους, δι’ ὧν ἔμελλε τῆς κόρης κύριος εἶναι, καὶ γέγονέ γε τὸν κηδεστὴν ἐπὶ τέρμασι τὴς νίκης ἀπεκτονώς.