Χαρίδημος γενομένης δὲ τῆς ὑμνουμένης ἐκείνης στρατείας κατὰ τῶν Τρώων καὶ τῆς Εὐρώπης τότε πρῶτον κατὰ τῆς Ἀσίας ἐλθούσης, ἔχοντες οἵ τε Τρῶες ἀποδόντες τὴν Ἑλένην ἀδεῶς οἰκεῖν τὴν αὑτῶν, οἵ θ’ Ἕλληνες ταύτην αὐτοὺς ἐάσαντες ἔχειν ἀπαλλάττεσθαι τῶν ἐκ πολέμου καὶ στρατείας δυσχερῶν, οἱ δ’ οὐκ ἠβουλήθησαν ἀμφότεροι, οὐκ ἄν ποτε νομίσαντες εὑρεῖν ἀφορμὴν καλλίω πολέμου, περὶ ἧς ἀποθανοῦνται. καὶ θεοὶ δὲ τοὺς αὑτῶν παῖδας σαφῶς εἰδότες ἀπολουμένους ἐν τῷ πολέμῳ οὐκ ἀπέτρεψαν μᾶλλον, ἀλλ’ ἐνήγαγον εἰς τοῦτο οὐκ ἐλάττω δόξαν αὐτοῖς οἰόμενοι φέρειν τοῦ θεῶν παῖδας γενέσθαι τὸ μαχομένους ὑπὲρ Ἑλένης ἀποθανεῖν. καὶ τί λέγω τοὺς αὐτῶν παῖδας; αὐτοὶ πρὸς αὑτοὺς μείζω καὶ δεινότερον ἐνεστήσαντο τοῦ πρὸς Γίγαντας αὐτοῖς γενομένου πολέμου· ἐν ἐκείνῳ μὲν γὰρ μετ’ ἀλλήλων, ἐνταῦθα δὲ ἐμάχοντο πρὸς ἀλλήλους. οὗ τί γένοιτ’ ἂν ἐναργέστερον δεῖγμα, ὅσῳ τῶν ἀνθρωπίνων ἁπάντων ὑπερέχει τὸ κάλλος παρ’ ἀθανάτοις κριταῖς; ὅταν γὰρ ὑπὲρ μὲν τῶν ἄλλων οὐδενὸς ἁπάντων οὐδαμοῦ τὸ παράπαν φαίνωνται διενεχθέντες, ὑπὲρ δὲ κάλλους οὐ μόνον τοὺς υἱοὺς ἐπιδεδωκότες, ἀλλ’ ἤδη καὶ ἀλλήλοις ἐναντία πεπολεμηκότες, ἔνιοι δὲ καὶ τρωθέντες, πῶς οὐχ ἁπάσαις ψήφοις προτιμῶσιν ἁπάντων τὸ κάλλος;