Χαρίδημος ἀλλ’ οὖν ἐν τοῖς ἄνω χρόνοις ἐκ Διὸς Ἑλένη γενομένη οὕτως ἐθαυμάσθη παρὰ πᾶσιν ἀνθρώποις, ὥστ’ ἔτι τῆς ἡλικίας οὖσαν ἐντὸς κατά τινα χρείαν ἐν Πελοποννήσῳ γενόμενος ὁ Θησεὺς οὕτω τῆς ὥρας ἰδὼν ἠγάσθη, ὥστ’ οὔσης αὐτῷ καὶ βασιλείας ἀσφαλεστάτης καὶ δόξης οὐ τῆς τυχούσης ὅμως οὐχ ᾤετο βιωτὸν αὐτῷ ταύτης ἐστερημένῳ, παρελθεῖν δὲ πάντας εὐδαιμονίᾳ, εἰ ταύτην αὐτῷ γένοιτο συνοικεῖν. οὕτω δὲ διανοηθεὶς τὸ μὲν παρὰ τοῦ πατρὸς λαβεῖν ἀπειπών, μὴ γὰρ ἂν αὐτὴν αὐτὸν ἐκδοῦναι μήπω ἡλικίας ἡμμένην, τὴν δ’ ἀρχὴν ὑπερφρονήσας ἐχείνου καὶ παριδών, ὀλιγωρήσας δὲ καὶ τῶν ἐν Πελοποννήσῳ πάντων δεινῶν, κοινωνοῦντ’ αὐτῷ τῆς ἁρπαγῆς καὶ Πειρίθουν παραλαβών, βίᾳ λαβὼν αὐτὴν τοῦ πατρὸς εἰς Ἄφιδναν ἐκόμισε τῆς Ἀττικῆς, καὶ τοσαύτην ἔσχε χάριν αὐτῷ τῆς συμμαχίας ταυτησί, ὥσθ’ οὕτως ἐφίλησε τὸν ἅπαντα χρόνον, ὥστε καὶ τοῖς ἐπιγενομένοις παράδειγμα γενέσθαι τὴν Θησέως καὶ Πειρίθου φιλίαν. ἐπειδὴ δὲ ἔδει κἀκεῖνον ἐν Ἅιδου γενέσθαι τὴν Δήμητρος μνηστευσόμενον κόρην, ἐπειδὴ πολλὰ παραινῶν οὐκ ἠδυνήθη ταύτης αὐτὸν τῆς πείρας ἀποσχέσθαι καταπεῖσαι, συνηκολούθησεν αὐτῷ ταύτην πρέπουσαν οἰόμενος αὐτῷ καταθήσειν τὴν χάριν περὶ τῆς ψυχῆς ὑπὲρ αὐτοῦ κινδυνεῦσαι.