Χαρίδημος ἀλλ’ οὖν ἐν τοῖς ἄνω χρόνοις ἐκ Διὸς Ἑλένη γενομένη οὕτως ἐθαυμάσθη παρὰ πᾶσιν ἀνθρώποις, ὥστ’ ἔτι τῆς ἡλικίας οὖσαν ἐντὸς κατά τινα χρείαν ἐν Πελοποννήσῳ γενόμενος ὁ Θησεὺς οὕτω τῆς ὥρας ἰδὼν ἠγάσθη, ὥστ’ οὔσης αὐτῷ καὶ βασιλείας ἀσφαλεστάτης καὶ δόξης οὐ τῆς τυχούσης ὅμως οὐχ ᾤετο βιωτὸν αὐτῷ ταύτης ἐστερημένῳ, παρελθεῖν δὲ πάντας εὐδαιμονίᾳ, εἰ ταύτην αὐτῷ γένοιτο συνοικεῖν. οὕτω δὲ διανοηθεὶς τὸ μὲν παρὰ τοῦ πατρὸς λαβεῖν ἀπειπών, μὴ γὰρ ἂν αὐτὴν αὐτὸν ἐκδοῦναι μήπω ἡλικίας ἡμμένην, τὴν δ’ ἀρχὴν ὑπερφρονήσας ἐχείνου καὶ παριδών, ὀλιγωρήσας δὲ καὶ τῶν ἐν Πελοποννήσῳ πάντων δεινῶν, κοινωνοῦντ’ αὐτῷ τῆς ἁρπαγῆς καὶ Πειρίθουν παραλαβών, βίᾳ λαβὼν αὐτὴν τοῦ πατρὸς εἰς Ἄφιδναν ἐκόμισε τῆς Ἀττικῆς, καὶ τοσαύτην ἔσχε χάριν αὐτῷ τῆς συμμαχίας ταυτησί, ὥσθ’ οὕτως ἐφίλησε τὸν ἅπαντα χρόνον, ὥστε καὶ τοῖς ἐπιγενομένοις παράδειγμα γενέσθαι τὴν Θησέως καὶ Πειρίθου φιλίαν. ἐπειδὴ δὲ ἔδει κἀκεῖνον ἐν Ἅιδου γενέσθαι τὴν Δήμητρος μνηστευσόμενον κόρην, ἐπειδὴ πολλὰ παραινῶν οὐκ ἠδυνήθη ταύτης αὐτὸν τῆς πείρας ἀποσχέσθαι καταπεῖσαι, συνηκολούθησεν αὐτῷ ταύτην πρέπουσαν οἰόμενος αὐτῷ καταθήσειν τὴν χάριν περὶ τῆς ψυχῆς ὑπὲρ αὐτοῦ κινδυνεῦσαι. Χαρίδημος ἐπανελθοῦσαν δ’ εἰς Ἄργος, αὖθις ἀποδημοῦντος αὐτοῦ, ἐπειδὴ καθ’ ὥραν ἧν γάμων, καίτοι γε ἔχοντες καλάς τε καὶ εὖ γεγονυίας ἐκ τῆς Ἑλλάδος σφίσιν αὐτοῖς ἄγεσθαι γυναῖκας οἱ τῆς Ἑλλάδος βασιλεῖς, οἱ δὲ συνελθόντες ἐμνηστεύοντο ταύτην τὰς ἄλλας ἁπάσας ὑπεριδόντες ὡς φαυλοτέρας. γνόντες δ’ ὅτι περιμάχητος ἔσται, καὶ δείσαντες μὴ πόλεμος γένηται τῇ Ἑλλάδι, μαχομένων πρὸς ἀλλήλους, ὀμωμόκασιν ὅρκον τουτονὶ ψήφῳ κοινῇ, ἦ μὴν ἐπικουρήσειν τῷ ταύτης ἀξιωθέντι μηδ’ ἐπιτρέψειν ἤν τις ἀδικεῖν ἐγχειρῇ, ἕκαστος οἰόμενος ταύτην αὑτῷ τὴν συμμαχίαν παρασκευάζειν. τῆς μὲν οὖν ἰδίας γνώμης ἀπέτυχον πάντες πλὴν Μενελάου, τῆς κοινῆς δ’ ἐπειράθησαν αὐτίκα· οὐ πολλῷ γὰρ ὕστερον ἔριδος γενομένης ταῖς θεαῖς περὶ κάλλους, ἐπιτρέπουσι τὴν κρίσιν Πάριδι τῷ Πριάμου, ὁ δὲ τῶν μὲν σωμάτων τῶν θεῶν ἡττηθείς, τῶν δωρεῶν δ’ ἀναγκασθεὶς γενέσθαι κριτής, καὶ διδούσης Ἥρας μὲν τὴν τῆς Ἀσίας ἀρχήν, τὸ δ’ ἐν πολέμοις Ἀθηνᾶς κράτος, Ἀφροδίτης δὲ τὸν τῆς Ἑλένης γάμον, καὶ φαύλοις μὲν ἀνθρώποις γενέσθαι ἄν ποτε νομίσας οὐκ ἐλάττω βασιλείαν, Ἑλένης δ’ οὐδένα τῶν ἐπιγιγνομένων ἀξιωθῆναι, προείλετο τὸν ταύτης γάμον. Χαρίδημος γενομένης δὲ τῆς ὑμνουμένης ἐκείνης στρατείας κατὰ τῶν Τρώων καὶ τῆς Εὐρώπης τότε πρῶτον κατὰ τῆς Ἀσίας ἐλθούσης, ἔχοντες οἵ τε Τρῶες ἀποδόντες τὴν Ἑλένην ἀδεῶς οἰκεῖν τὴν αὑτῶν, οἵ θ’ Ἕλληνες ταύτην αὐτοὺς ἐάσαντες ἔχειν ἀπαλλάττεσθαι τῶν ἐκ πολέμου καὶ στρατείας δυσχερῶν, οἱ δ’ οὐκ ἠβουλήθησαν ἀμφότεροι, οὐκ ἄν ποτε νομίσαντες εὑρεῖν ἀφορμὴν καλλίω πολέμου, περὶ ἧς ἀποθανοῦνται. καὶ θεοὶ δὲ τοὺς αὑτῶν παῖδας σαφῶς εἰδότες ἀπολουμένους ἐν τῷ πολέμῳ οὐκ ἀπέτρεψαν μᾶλλον, ἀλλ’ ἐνήγαγον εἰς τοῦτο οὐκ ἐλάττω δόξαν αὐτοῖς οἰόμενοι φέρειν τοῦ θεῶν παῖδας γενέσθαι τὸ μαχομένους ὑπὲρ Ἑλένης ἀποθανεῖν. καὶ τί λέγω τοὺς αὐτῶν παῖδας; αὐτοὶ πρὸς αὑτοὺς μείζω καὶ δεινότερον ἐνεστήσαντο τοῦ πρὸς Γίγαντας αὐτοῖς γενομένου πολέμου· ἐν ἐκείνῳ μὲν γὰρ μετ’ ἀλλήλων, ἐνταῦθα δὲ ἐμάχοντο πρὸς ἀλλήλους. οὗ τί γένοιτ’ ἂν ἐναργέστερον δεῖγμα, ὅσῳ τῶν ἀνθρωπίνων ἁπάντων ὑπερέχει τὸ κάλλος παρ’ ἀθανάτοις κριταῖς; ὅταν γὰρ ὑπὲρ μὲν τῶν ἄλλων οὐδενὸς ἁπάντων οὐδαμοῦ τὸ παράπαν φαίνωνται διενεχθέντες, ὑπὲρ δὲ κάλλους οὐ μόνον τοὺς υἱοὺς ἐπιδεδωκότες, ἀλλ’ ἤδη καὶ ἀλλήλοις ἐναντία πεπολεμηκότες, ἔνιοι δὲ καὶ τρωθέντες, πῶς οὐχ ἁπάσαις ψήφοις προτιμῶσιν ἁπάντων τὸ κάλλος; Χαρίδημος ἀλλ’ ἵνα μὴ δόξωμεν ἀπορίᾳ τῶν περὶ κάλλους λόγων περὶ ταῦτα διατρίβειν ἀεί, ἐφ’ ἕτερον βούλομαι μεταβῆναι οὐδαμῶς ἔλαττον ὄν, ὥστε δεῖξαι τὴν τοῦ κάλλους ἀξίαν, τῶν πρότερον εἰρημένων, τὴν Ἀρκάδος Ἱπποδάμειαν Οἰνομάου, ὅσους τοῦ ταύτης κάλλους ἁλόντας μᾶλλον αἱρουμένους ἀπέφηνεν ἀποθνήσκειν ἢ ταύτης διῳκισμένους τὸν ἥλιον προσορᾶν. ὡς γὰρ ἐλάβετο τῆς ἡλικίας ἡ παῖς καὶ τὰς ἄλλας ὁ πατὴρ οὐκ ὀλίγῳ τῷ μέσῳ παρενεγκοῦσαν ἑώρα. τῆς μὲν ὥρας αὐτῆς ἁλοὺς — τοσοῦτον γὰρ αὐτῇ περιῆν, ὥστε καὶ τὸν γεγεννηκόθ’ ὑπηγάγετο παρὰ φύσιν — καὶ διὰ τοῦτ’ ἀξιῶν αὐτὴν ἔχειν παρ’ ἑαυτῷ, βούλεσθαι δ’ ἐκδιδόναι πλαττόμενος αὐτὴν τῷ ταύτης ἀξίῳ, τὰς παρ’ ἀνθρώπων φεύγων αἰτίας, μηχανήν τινα μηχανᾶται τῆς ἐπιθυμίας ἀδικωτέραν καὶ ἣν ᾤετο ῥαδίως ὅπερ ἐβούλετο καταστήδειν· ὑπὸ γὰρ ἅρματι. ὡς οἷόν τε μάλιστα ἦν, εἰς τάχος ὑπὸ τῆς τέχνης ἐξειργασμένῳ τοὺς ἐν Ἀρκαδίᾳ ξεύξας ἐν τῷ τότε ταχίστους ἵππους ἡμιλλᾶτο πρὸς τοὺς μνηστῆρας τῆς κόρης ἄθλον τῆς νίκης παρελθοῦσιν αὐτοῖς αὐτὴν προτιθεὶς ἢ στέρεσθαι τῆς κεφαλῆς ἡττηθέντας. καὶ ἠξίου δ’ αὐτὴν αὐτοῖς συναναβαίνειν τὸ ἅρμα, ὅπως ἀποσχολούμενοι περὶ ταύτην ἀμελοῖεν τῆς ἱππικῆς. οἱ δ’, ἀποτυχόντος τοῦ πρώτως ἁψαμένου τοῦ δρόμου καὶ τῆς κόρης ἐκπεσόντος μετὰ τοῦ ξῆν, τὸ μὲν ἀποκνῆσαι πρὸς τὸν ἀγῶνα ἢ μεταθεῖναί τι τῶν βεβουλευμένων μειρακιῶδες εἶναι ὑπολαβόντες, τὴν δ’ ὠμότητα μισήσαντες Οἰνομάου ἄλλος ἄλλον ἔφθανεν ἀποθνήσχων ὥσπερ δεδοικὼς μὴ τοῦ τεθνάναι περὶ τῆς κόρης ἁμάρτῃ. καὶ προῆλθέ γε μέχρι τρισκαίδεκα νέων ὁ φόνος· θεοὶ δ’ ἐκεῖνον τῆς πονηρίας μισήσαντες ταυτησὶ τούς τε τεθνεῶτας ἅμα καὶ τὴν κόρην ἐλεοῦντες, τοὺς μὲν ὅτι κτήματος ἀπεστέρηνται τοιούτου, τὴν κόρην δ’ ὅτι τῆς ὥρας οὐ κατὰ καιρὸν ἀπολαύοι, κηδόμενοί τὲ τοῦ νέου, ὅστις ἔμελλε — Πέλοψ δ’ ἦν οὗτος — ἀγωνιεῖσθαι, ἅρμα τε χαρίζονται τούτῳ κάλλιον τέχνης πεποιημένον ἵππους τε ἀθανάτους, δι’ ὧν ἔμελλε τῆς κόρης κύριος εἶναι, καὶ γέγονέ γε τὸν κηδεστὴν ἐπὶ τέρμασι τὴς νίκης ἀπεκτονώς. Χαρίδημος Οὕτω τὸ τοῦ κάλλους χρῆμα ἀνθρώποις τε θεῖον εἶναι δοκεῖ καὶ τιμώμενον ὑπὸ πάντων καὶ θεοῖς ἐσπούδασται πολλαχόσε. διὸ δὴ καὶ ἡμῖν οὐκ ἂν ἔχοι τις μέμφεσθαι δικαίως προὔργου λογισαμένοις τὸ ταῦτα περὶ κάλλους διεξελθεῖν. οὕτω μὲν δὴ καὶ Ἀρίστιππος διῆλθε τὸν λογον.