Χαρίδημος εἰ μὲν οὖν περί τινος ἑτέρου τοὺς λόγους ἐποιούμεθα νῦν, ἀλλὰ μὴ περὶ κάλλους, ἤρκεσεν ἂν ἡμῖν ἀκούσασιν ἑνὸς εἰπόντος ἀπηλλάχθαι περὶ αὐτοῦ· τοῦτο δ’ ἄρα τοσαύτην ἀφθονίαν παρέχεται τοῖς βουλομένοις ἄπτεσθαι τῶν περὶ τούτου λόγων, ὥστ’ οὐκ, εἰ μὴ κατ’ ἀξίαν τις ἐφίκοιτο τῷ λόγῳ, νομίξειν δυστυχεῖν, ἀλλ ἢν πρὸς πολλοῖς ἄλλοις κἀκεῖνός τι δυνηθῇ συμβαλέσθαι πρὸς τοὺς ἐπαίνους, τῆς ἀμείνονος οἴεσθαι πειρᾶσθαι τύχης. τὸ γὰρ οὕτω μὲν περιφανῶς ὑπὸ τῶν κρειττόνων τετιμημένον, οὕτω δὲ τοῖς ἀνθρώποις θεῖον καὶ περισπούδαστον, πᾶσι δὲ τοῖς οὖσιν οἰκειότατον κόσμον, καὶ οἷς μὲν ἂν παρῇ παρὰ πάντων σπουδαξομένων, ὧν δ’ ἀφίσταται μισουμένων καὶ οὐδὲ προσβλέπειν ἀξιουμένων, τίς ἂν εἴη τοσοῦτον λόγων μετεσχηχώς, ὥστ’ ἐπαινέσαι πρὸς ἀξίαν ἀρκέσαι; οὐ μὴν ἀλλ’ ἐπειδήπερ οὕτω πολλῶν αὐτῷ δεῖ τῶν ἐπαινεσόντων, ὥστε μόλις ἂν τῆς ἀξίας τυχεῖν, οὐδὲν ἀπεικὸς καὶ ἡμᾶς ἐγχειρεῖν τι λέγειν περὶ αὐτοῦ, μέλλοντάς γε μετὰ Φίλωνα ποιεῖσθαι τοὺς λόγους. οὕτω δὴ σεμνότατον καὶ θειότατον τῶν ὄντων ἐστίν, ὥστε . . . . ἵν’ ὅσα θεοὶ καλοὺς τετιμήκασι, παραλείπω.