Χαρίδημος Πολλοὶ πολλάκις ἄνθρωποι τὸ περὶ τῶν βελτίστων καὶ ἡμῖν συμφερόντων ἀφέντες λέγειν ἐφ’ ἑτέρας τινὰς ὥρμησαν ὑποθέσεις, ἀφ’ ὧν αὐτοῖς μὲν δοκοῦσι δόξαν προσάγειν, τοῖς δ’ ἀκροαταῖς τοὺς λόγους οὐδὲν λυσιτελοῦντας ποιοῦνται, καὶ διεληλύθασιν οἱ μὲν περὶ τῶν αὐτῶν ἐρίζοντες ἀλλήλοις, οἱ δὲ διηγούμενοι τὰ οὐκ ὄντα, ἕτεροι δὲ περὶ τῶν οὐδαμῶς ἀναγκαίων λογοποιοῦντες, οὓς ἐχρῆν ταῦτα πάντα καταλιπόντας, ὅπως τι βέλτιον τύχωσιν εἰπόντες, σκοπεῖν· οὓς νῦν ἐγὼ περὶ τῶν ὄντων οὐδὲν ὑγιὲς ἐγνωκέναι νομίζων ἄλλως τε καὶ τὸ τινῶν ἀγνοίας τῶν βελτίστων κατηγοροῦντα τοῖς αὐτοῖς περιπίπτειν τῶν εὐηθεστέρων οἰόμενος εἶναι πάντη, τὴν αὐτὴν λυσιτελεστάτην καὶ καλλίστην τοῖς ἀκούουσιν ὑπόθεσιν ποιήσομαι τῶν λόγων καὶ ἣν πᾶς ὁστισοῦν ἂν φαίη κάλλιστ’ ἂν ἔχειν ἀκούειν καλλίστην.