Χαρίδημος τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηνται καὶ σπουδὴν ἀκούειν εἶναι καλαί, ὥστε καὶ τὸν ἡρώων τε κοσμήτορα καὶ θεῶν ποιητὴν οὐκ ἄλλοθέν ποθεν ἢ παρὰ τοῦ κάλλους πεπείκασιν ὀνομάξειν. ἥδιον ἂν οὖν ἀκούσαι λευκώλενος ἡ Ἥρα ἢ ,,πρέσβα θεὰ θυγάτηρ μεγάλου Κρόνου“, Ἀθηνᾶ δ’ οὐκ ἂν βουληθείη Τριτογένεια πρὸ τοῦ Γλαυκῶπις καλεῖσθαι, Ἀφροδίτη τε τιμήσαιτ’ ἂν τοῦ παντὸς καλεῖσθαι χρυσῆ. ἅπερ ἅπαντ’ εἰς κάλλος τείνει.