Ἕρμιππος Περιπάτους ἔτυχον χθές, ὦ Χαρίδημε, ποιούμενος ἐν τῷ προαστείῳ ἅμα μὲν καὶ τῆς παρὰ τῶν ἀγρῶν χάριν ῥᾳστώνης, ἅμα δὲ — ἔτυχον γάρ τι μελετῶν — καὶ δεόμενος ἡσυχίας. ἐντυγχάνω δὴ Προξένῳ τῷ Ἐπικράτους· προσειπὼν δὲ ὥσπερ εἰώθειν, ἠρώ τῶν ὅθεν τε πορεύοιτο καὶ ὅποι βαδίξοι. ὁ δὲ ἥκειν μὲν ἔφη καὶ αὐτὸς ἐκεῖ παραμυθίας χάριν, ἥπερ εἰώθει πρὸς τὴν ὄψιν γίνεσθαι τῶν ἀγρῶν, ἀπολαύσων δὲ καὶ τῆς τούτους ἐπιπνεούσης εὐκράτου καὶ κούφης αὔρας, ἀπὸ συμποσίου μέντοι καλλίστου γεγονότος ἔν Πειραιεῖ ἐν Ἀνδροκλέους τοῦ Ἐπιχάρους τὰ ἐπινίκια τεθυκότος Ἑρ μῇ, ὅτι δὴ βιβλίον ἀναγνοὺς ἐνίκησεν ἐν ΖΔιασίοις.