Ἕρμιππος Περιπάτους ἔτυχον χθές, ὦ Χαρίδημε, ποιούμενος ἐν τῷ προαστείῳ ἅμα μὲν καὶ τῆς παρὰ τῶν ἀγρῶν χάριν ῥᾳστώνης, ἅμα δὲ — ἔτυχον γάρ τι μελετῶν — καὶ δεόμενος ἡσυχίας. ἐντυγχάνω δὴ Προξένῳ τῷ Ἐπικράτους· προσειπὼν δὲ ὥσπερ εἰώθειν, ἠρώ τῶν ὅθεν τε πορεύοιτο καὶ ὅποι βαδίξοι. ὁ δὲ ἥκειν μὲν ἔφη καὶ αὐτὸς ἐκεῖ παραμυθίας χάριν, ἥπερ εἰώθει πρὸς τὴν ὄψιν γίνεσθαι τῶν ἀγρῶν, ἀπολαύσων δὲ καὶ τῆς τούτους ἐπιπνεούσης εὐκράτου καὶ κούφης αὔρας, ἀπὸ συμποσίου μέντοι καλλίστου γεγονότος ἔν Πειραιεῖ ἐν Ἀνδροκλέους τοῦ Ἐπιχάρους τὰ ἐπινίκια τεθυκότος Ἑρ μῇ, ὅτι δὴ βιβλίον ἀναγνοὺς ἐνίκησεν ἐν ΖΔιασίοις. Ἕρμιππος ἔφασκε δὴ ἄλλα τε πολλὰ γεγενῆσθαι ἀστεῖα καὶ χαρίεντα, καὶ δὴ καὶ κάλλους ἐγκώμια εἰρῆσθαι τοῖς ἀνδράσιν, ἃ ἐκεῖνον μὲν μὴ δύνασθαι εἰπεῖν ὑπό τε γήρως ἐπιλελησμένον ἄλλως τε δὲ καὶ οὐκ ἐπὶ πολὺ λόγων μετεσχηκότα, σὲ δ᾽ ἂν ῥᾳδίως εἰπεῖν ἅτε καὶ αὐτὸν ἐγκεκωμιακότα καὶ τοῖς ἄλλοις παρ᾽ ὅλον τὸ συμπόσιον προσεσχηκότα τὸν νοῦν. Χαρίδημος Γέγονε ταῦτα, ὦ Ἔρμιππε. οὐ μέντοι γε οὐδ᾽ ἐμοὶ ῥᾴδιον ἐπ᾿ ἀκριβείας ἅπαντα διεξιέναι· οὐ γὰρ οἷόν τε ἦν πάντων ἀκούειν θορύβου πολλοῦ γινομένου τῶν τὲ διακονουμένων τῶν τε ἑστιωμένων, ἄλλως τε καὶ τῶν δυσχερεστέρων ὂν μεμνῆσθαι λόγους ἐν συμποσίῳ γενομένους· οἶσθα γὰρ ὡς ἐπιλήσμονας ποιεῖ καὶ τοὺς λίαν μνημονικωτάτους. πλὴν ἀλλὰ σὴν χάριν ὡς ἂν οἷός τε ὦ τὴν διήγησιν πειράσομαι ποιεῖσθαι, μηδὲν παραλείπων ὧν ἂν ἐνθυμηθῶ. Ἕρμιππος Τούτων μὲν δὴ ἕνεκα οἶδά σοι χάριν. ἀλλ᾽ εἴ μοι τον πάντα λόγον ἐξ ἀρχῆς ἀποδοίης, ὅ τι τε ἦν ὅπερ ἀνέγνω βιβλίον Ἀνδροκλῆς τίνα τε νενίκηκε καὶ τίνας ὑμᾶς εἰς τὸ συμπόσιον κέκληκεν, οὕτως ἂν ἱκανὴν καταθεῖο τὴν χάριν. Χαρίδημος Τὸ μὲν δὴ βιβλίον ἦν ἐγκώμιον Ἡρακλέους ἔκ τινος ὀνείρατος, ὡς ἔλεγε, πεποιημένον αὐτῷ· νενίκηκε δὲ Διότιμον τὸν Μεγαρόθεν ἀνταγωνισάμενον αὐτῷ περὶ τῶν ἀσταχύων, μᾶλλον δὲ περὶ τῆς δόξης. Ἕρμιππος Τί δ᾽ ἦν ὃ ἐκεῖνος ἀνέγνω βιβλίον; Χαρίδημος Ἐγκώμιον τοῖν Διοσκούροιν. ἔφασκε δὲ καὶ αὐτὸς ἐκ μεγάλων κινδύνων ὑπ᾽ ἐκείνων σεσωσμένος ταύτην αὐτοῖς καταθεῖναι τὴν χάριν, ἄλλως τε καὶ ὑπ᾿ ἐκείνων παρακεκλημένος ἐπ᾽ ἄκροις ἱστίοις ἐν τοῖς ἐσχάτοις κινδύνοις φανέντων. Χαρίδημος παρῆσαν μέντοι τῷ συμποσίῳ καὶ ἄλλοι πολλοὶ οἱ μὲν συγγενεῖς αὐτῷ, οἱ δὲ καὶ ἄλλως συνήθεις, οἱ δὲ λόγου τε ἄξιοι τό τε συμπόσιον ὅλον κεκοσμηκότες καὶ κάλλους ἐγκώμια διελθόντες Φίλων τε ἦν ὁ Δεινίου καὶ Ἀρίστιππος ὁ Ἀγασθένους καὶ τρίτος αὐτός· συγκατέλεκτο δὲ ἡμῖν καὶ Κλεώνυμος ὁ καλὸς ὁ τοῦ Ἀνδροκλέους ἀδελφιδοῦς, μειράκιον ἁπαλόν τε καὶ τεθρυμμένον· νοῦν μέντοι γε ἐδόκει ἔχειν, πάνυ γὰρ προθύμως ἠκροᾶτο τῶν λόγων. πρῶτος δὲ ὁ Φίλων περὶ τοῦ κάλλους ἤρξατο λέγειν προοιμιασάμενος οὕτω. Ἕρμιππος Μηδαμῶς, ὦ ἑταῖρε, μὴ πρὶν τῶν ἐγκωμίων ἄρξῃ, πρὶν ἄν μοι καὶ τὴν αἰτίαν ἀποδῷς, ὑφ’ ἧς εἰς τούτους προήχθητε τοὺς λόγους. Χαρίδημος Εἰκῆ διατρίβεις ἡμᾶς, ὦγαθέ, πάλαι δυναμένους τὸν ἅπαντα λόγον διελθόντας ἀπαλλαγῆναι. πλὴν ἀλλὰ τί τις ἂν χρήσαιτο, ὁπότε φίλος τις ὢν βιάζοιτο; ἀνάγκη γὰρ ὑφίστασθαι πᾶν ὁτιοῦν. Χαρίδημος ἣν δὲ ξητεῖς αἰτίαν τῶν λόγων, αὐτὸς ἦν Κλεώνυμος ὁ καλός· καθημένου γὰρ αὐτοῦ μεταξὺ ἐμοῦ τε καὶ Ἀνδροκλέους τοῦ θείου. πολὺς ἐγίνετο λόγος τοῖς ἰδιώταις περὶ αὐτοῦ ἀποβλέπουσί τε εἰς αὐτὸν καὶ ὑπερεκπεπληγμένοις τὸ κάλλος. σχεδὸν οὖν πάντων ὀλιγωρήσαντες κάθηντο διεξιόντες ἐγκώμια τοῦ μειρακίου. ἀγασθέντες δὲ ἡμεῖς τῶν ἀνδρῶν τὴν φιλοκαλίαν καὶ ἅμα ἐπαινέσαντες αὐτοὺς ἀργίας τε πολλῆς εἶναι ὑπολαβόντες λόγοις ἀπολείπεσθαι τῶν ἰδιωτῶν περὶ τῶν καλλίστων, ᾧ μόνῳ τούτων οἰόμεθα προέχειν, καὶ δὴ ἡπτόμεθα τῶν περὶ κάλλους λόγων. ἔδοξεν οὖν ἡμῖν οὐκ ὀνομαστὶ λέγειν τὸν ἔπαινον τοῦ παιδός — οὐ γὰρ ἂν ἔχειν καλῶς, ἐμβαλεῖν γὰρ ἂν αὐτὸν εἰς πλείω τρυφήν — ἀλλ’ οὐδὲ μὴν ὥσπερ ἐκείνους οὕτως ἀτάκτως, ὅπερ ἕκαστος τύχοι, λέγειν, ἀλλ’ ἕκαστον εἰπεῖν ἰδίᾳ ὅσ’ ἂν ἀπομνημονεύοι περὶ τοῦ προκειμένου.