Κριτίας Ἄρεα δὲ καὶ Ἀφροδίτην οἶδα μὴ παραδέχεσθαί σε διὰ τὸ προδιαβληθῆναι πρῴην παρὰ σοῦ. ὥστε ἐάσωμεν τούτους. τῆς Ἀθηνᾶς ἔτι ἐπιμνησθήσομαι, τῆς παρθένου, τῆς ἐνόπλου καὶ καταπληκτικῆς θεᾶς, ἢ καὶ τὴν τῆς Γοργόνος κεφαλὴν ἐν τῷ στήθει περιάπτεται, τὴν γιγαντολέτιν θεόν. οὐ γὰρ ἔχεις τι λέγειν περὶ αὐτῆς. Τριεφῶν Ἐρῶ σοι καὶ περὶ ταύτης, ἤν μοι ἀποκρίνῃ. Κριτίας Λέγε ὅ τι γε βούλει. Τριεφῶν Εἰπέ μοι, ὦ Κριτία. τί τὸ χρήσιμον τῆς Γοργόνος καὶ τί τῷ στήθει τοῦτο ἡ θεὰ ἐπιφέρεται; Κριτίας Ὡς φοβερόν τι θέαμα καὶ ἀποτρεπτικὸν τῶν δεινῶν. ἀλλὰ καὶ καταπλήσσει τοὺς πολεμίους καὶ ἑτεραλκέα τὴν νίκην ποιεῖ, ὅπου γε βούλεται. Τριεφῶν Μῶν καὶ διὰ τοῦτο ἡ Γλαυκῶπις ἀκαταμάχητος´ Κριτίας Καὶ μάλα. Τριεφῶν Καὶ διὰ τί οὐ τοῖς σώζειν δυναμένοις, ἀλλὰ τοῖς σωζομένοις μηρία καίομεν ταύρων ἠδ’ αἰγῶν, ὡς ἡμᾶς ἀκαταμαχήτους ἐργάσωνται ὥσπερ τὴν Ἀθηνᾶν; Κριτίας Ἀλλ’ οὔ οἱ δύναμίς γε πόρρωθεν ἐπιβοηθεῖν ὥσπερ τοῖς θεοῖς, ἀλλ’ εἴ τις αὐτὴν ἐπιφέρεται.