Τριεφῶν Ἴωμεν, ὦ Κριτία· ἀλλὰ δέδια μή που ἐπῳδὴ τὸ ἠκουσμένον ἐστὶ καί μὲ ὕπερον ἢ θύρετρον ἢ ἄλλο τι τῶν ἀψύχων ἀπεργάσεται ἡ θαυμασία σου αὕτη κατάπληξις. Κριτίας Νὴ τὸν Δία τὸν αἰθέριον οὐ τοῦτο γενήσεται ἐπὶ σοί. Τριεφῶν Ἔτι με ἐξεφόβησας τὸν Δία ἐπομοσάμενος. τί γὰρ ἂν δυνήσεται ἀμυνέμεναί σε, εἰ παραβαίης τὸν ὅρκον; οἶδα γὰρ καὶ σὲ μὴ ἀγνοεῖν περὶ τοῦ Διός σου. Κριτίας Τί λέγεις; οὐ δυνήσεται ὁ Ζεὺς ἐς Τάρταρον ἀποπέμψαι; ἢ ἀγνοεῖς ὡς τοὺς θεοὺς πάντας ἀπέρριψεν ἀπὸ τοῦ θεσπεσίου βηλοῦ καὶ τὸν Σαλμωνέα ἀντιβροντῶντα πρῴην κατεκεραύνωσε καὶ τοὺς ἀσελγεστάτους ἔτι καὶ νῦν, παρὰ δὲ τῶν ποιητῶν Τιτανοκράτωρ καὶ Γιγαντολέτης ἀνυμνεῖται ὡς καὶ παρ’ Ὁμήρῳ; Τριεφῶν Σὺ μέν, ὦ Κριτία, πάντα παρέδραμες τὰ τοῦ Διός, ἀλλ’, εἴ σοι φίλον, ἄκουε. οὐχὶ κύκνος οὗτος ἐγένετο καὶ σάτυρος δι’ ἀσέλγειαν, ἀλλὰ καὶ ταῦρος; καὶ εἰ μὴ τὸ πορνίδιον ἐκεῖνο ταχέως ἐπωμίσατο καὶ διέφυγε διὰ τοῦ πελάγους, τάχ’ ἂν ἠροτρία ἐντυχὼν γεηπόνῳ ὁ βροντοποιὸς καὶ κεραυνοβόλος σου Ζεὺς καὶ ἀντὶ τοῦ κεραυνοβολεῖν τῇ βουπλῆγι κατεκεντάννυτο. τὸ δὲ καὶ Αἰθίοψι συνευωχεῖσθαι ἀνδράσι μελαντέροις καὶ τὴν ὄψιν ἐζοφωμένοις καὶ ἐς δώδεχ’ ἡλίους μὴ ἀφίστασθαι, ἀλλ’ ὑποβεβρεγμένος καθεδεῖσθαι παρ’ αὐτοῖς πώγωνα τηλικοῦτον ἔχων, οὐκ αἰσχύνης ἄξια; τὰ δὲ τοῦ ἀετοῦ καὶ τῆς Ἴδης καὶ τὸ κυοφορεῖν καθ’ ὅλου τοῦ σώματος αἰσχύνομαι καὶ λέγειν.