Τριεφῶν ἀλλὰ τί τοῦτο; οὐχὶ Κλεόλαος οὗτός ἐστιν, ὁ τοῖς ποσὶ μακρὰ βιβάς, σπουδῇ δὲ ἥκει καὶ κατέρχεται; μῶν ἐπιφωνήσομεν αὐτῷ; Κριτίας Καὶ μάλα. Τριεφῶν Κλεόλαε, μή τι παραδράμῃς γε ποσὶ μηδὲ παρέλθῃς, ἀλλ’ ἐλθὲ χαίρων, εἴ γέ που μῦθον φέρεις. Κλεόλαος Χαίρετ’ ἄμφω, ὦ καλὴ ξυνωρίς. Τριεφῶν Τίς ἡ σπουδή; ἀσθμαίνεις γὰρ ἐπὶ πολύ. μῶν τι καινὸν πέπρακται; Κλεόλαος Πέπτωκεν ὀφρὺς ἡ πάλαι βοωμένη Περσῶν, καὶ Σοῦσα κλεινὸν ἄστυ. πεσεῖ δ’ ἔτι γε πᾶσα χθὼν Ἀραβίας χειρὶ κρατοῦντος εὐσθενωτάτῳ κράτει.