<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="27"><sp rend="merge"><speaker>Κριτίας</speaker><p>οὗτοι δὲ ἅπαντες ἕνα θυμὸν ἔχοντες ἐμοὶ πολλὰ κατεμέμφοντο. καὶ εἰ βούλει, καὶ τάδε προστιθῶ σοι, ἅτινά με καὶ ὡς στήλην ἄναυδον ἔθηκαν, μέχρις ἂν ἡ χρηστή σου λαλιὰ λιθούμενον ἀνέλυσε καὶ ἄνθρωπον ἀπεκατέστησε.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Σίγα, ὦ Κριτία, καὶ μὴ ὑπερεκτείνῃς τοὺς ὕθλους· ὁρᾶς γὰρ ὡς ἐξώγκωταί μου ἡ νηδὺς καὶ ὥσπερ κυοφορῶ· ἐδήχθην γὰρ τοῖς παρὰ σοῦ λόγοις ὡς ὑπὸ κυνὸς λυττῶντος. καὶ εἰ μὴ φάρμακον ληθεδανὸν ἐμπιὼν ἠρεμήσω, αὕτη ἡ μνήμη οἰκουροῦσα ἐν ἐμοὶ μέγα κακὸν ἐργάσεται. ὥστε ἔασον τούτους τὴν εὐχὴν ἀπὸ πατρὸς ἀρξάμενος καὶ τὴν πολυώνυμον ᾠδὴν ἐς τέλος ἐπιθείς.</p></sp></div></div></body></text></TEI>