<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="26"><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Τί δὲ πρὸς ταῦτα ἔφησαν, ὦ καλὲ Κριτία, οἱ κεκαρμένοι τὴν γνώμην καὶ τὴν διάνοιαν;</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Ἅπαντα ταῦτα παρέδραμον εἰς ἐπίνοιαν τετεχνασμένην καταπεφευγότες· ἔλεγον γάρ, Ἡλίους δέκα ἄσιτοι διαμενοῦμεν καὶ ἐπὶ παννύχους ὑμνῳδίας ἐπαγρυ πνοῦντες ὀνειρώττομεν τὰ τοιαῦτα.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Σὺ δὲ τί πρὸς αὐτοὺς εἴρηκας; μέγα γὰρ ἔφησαν καὶ διηπορημένον.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Θάρσει, οὐκ ἀγεννές· ἀντεῖπον γὰρ τὰ κάλλιστα.  <milestone unit="Reitz_page" n="615"/> τὰ γὰρ παρὰ τῶν ἀστικῶν θρυλλούμενα, ἔφην, περὶ ὑμῶν, ὁπόταν ὀνειροπολεῖτε, τὰ τοιαῦτά που παρεισάγονται. οἵ δὲ σεσηρὸς ὑπομειδιῶντες, Ἔξω που παρέρχονται τοῦ κλινιδίου. ἦν δ’ ἐγώ, Εἰ ἀληθῆ εἰσι ταῦτα, ὦ αἰθέριοι, οὐκ ἄν ποτε ἀσφαλῶς τὰ μέλλοντα ἐξιχνεύσητε, ἀλλὰ καταπεισθέντες ὑπ’ αὐτῶν ληρήσετε <pb facs="operaexrecogniti03luciuoft_0461"/> τὰ μὴ ὄντα μηδὲ γενησόμενα. ἀλλὰ ταῦτα μὲν οὐκ οἷδ’ ὅπως ληρεῖτε ὀνείροις πιστεύοντες, καὶ τὰ κάλλιστα βδελύττεσθε, τοῖς δὲ πονηροῖς ἤδεσθε, μηδὲν ὀνούμενοι τοῦ βδελύγματος. ὥστε ἐάσετε τὰς ἀλλοκότους ταύτας φαντασίας καὶ τὰ πονηρὰ βουλεύματα καὶ μαντεύματα, μή που θεὸς ὑμᾶς ἐς κόρακας βάλοι διὰ τὸ τῇ πατρίδι ἐπαρᾶσθαι  <milestone unit="Reitz_page" n="616"/> καὶ λόγους κιβδήλους ἐπιφημίζειν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="27"><sp rend="merge"><speaker>Κριτίας</speaker><p>οὗτοι δὲ ἅπαντες ἕνα θυμὸν ἔχοντες ἐμοὶ πολλὰ κατεμέμφοντο. καὶ εἰ βούλει, καὶ τάδε προστιθῶ σοι, ἅτινά με καὶ ὡς στήλην ἄναυδον ἔθηκαν, μέχρις ἂν ἡ χρηστή σου λαλιὰ λιθούμενον ἀνέλυσε καὶ ἄνθρωπον ἀπεκατέστησε.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Σίγα, ὦ Κριτία, καὶ μὴ ὑπερεκτείνῃς τοὺς ὕθλους· ὁρᾶς γὰρ ὡς ἐξώγκωταί μου ἡ νηδὺς καὶ ὥσπερ κυοφορῶ· ἐδήχθην γὰρ τοῖς παρὰ σοῦ λόγοις ὡς ὑπὸ κυνὸς λυττῶντος. καὶ εἰ μὴ φάρμακον ληθεδανὸν ἐμπιὼν ἠρεμήσω, αὕτη ἡ μνήμη οἰκουροῦσα ἐν ἐμοὶ μέγα κακὸν ἐργάσεται. ὥστε ἔασον τούτους τὴν εὐχὴν ἀπὸ πατρὸς ἀρξάμενος καὶ τὴν πολυώνυμον ᾠδὴν ἐς τέλος ἐπιθείς.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="28"><sp rend="merge"><speaker>Τριεφῶν</speaker><p>ἀλλὰ τί τοῦτο; οὐχὶ Κλεόλαος οὗτός ἐστιν, ὁ τοῖς ποσὶ μακρὰ βιβάς, σπουδῇ δὲ ἥκει καὶ κατέρχεται; μῶν ἐπιφωνήσομεν αὐτῷ;</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Καὶ μάλα.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Κλεόλαε, μή τι παραδράμῃς γε ποσὶ μηδὲ παρέλθῃς, ἀλλ’ ἐλθὲ χαίρων, εἴ γέ που μῦθον φέρεις.</p></sp><sp rend="align(indent)"><speaker>Κλεόλαος</speaker><p>Χαίρετ’ ἄμφω, ὦ καλὴ ξυνωρίς.  <milestone unit="Reitz_page" n="617"/></p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Τίς ἡ σπουδή; ἀσθμαίνεις γὰρ ἐπὶ πολύ. μῶν τι καινὸν πέπρακται; </p></sp><sp rend="align(indent)"><speaker>Κλεόλαος</speaker><p>Πέπτωκεν ὀφρὺς ἡ πάλαι βοωμένη Περσῶν, <quote rend="blockquote">καὶ Σοῦσα κλεινὸν ἄστυ. <l/>πεσεῖ δ’ ἔτι γε πᾶσα χθὼν Ἀραβίας <l/>χειρὶ κρατοῦντος εὐσθενωτάτῳ κράτει.</quote></p></sp></div><pb facs="operaexrecogniti03luciuoft_0462"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="29"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Τοῦτ’ ἐκεῖνο, ὡς ἀεὶ τὸ θεῖον οὐκ ἀμελεῖ τῶν ἀγαθῶν, ἀλλ’ αὔξει ἄγον ἐπὶ τὰ κρείττονα. ἡμεῖς δέ, ὦ Τριεφῶν, τὰ κάλλιστα εὑρηκότες ἐσμέν. ἐδυσχέραινον γὰρ ἐν τῇ ἀποβιώσει τί τοῖς τέκνοις καταλιπεῖν ἐπὶ ταῖς διαθήκαις· οἶδας γὰρ τὴν ἐμὴν πενίαν ὡς ἐγὼ τὰ σά. τοῦτο ἀρκεῖ τοῖς παισίν, αἱ ἡμέραι τοῦ αὐτοκράτορος· πλοῦτος γὰρ ἡμᾶς οὐκ ἐκλείψει καὶ ἔθνος ἡμᾶς οὐ καταπτοήσει.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Κἀγώ, ὦ Κριτία, ταῦτα καταλείπω τοῖς τέκνοις, ὡς ἴδωσι Βαβυλῶνα ὀλλυμένην, Αἶγυπτον δουλουμένην, τὰ τῶν Περσῶν τέκνα δούλειον ἦμαρ ἄγοντα, τὰς ἐκδρομὰς τῶν Σκυθῶν παυομένας, εἴθ’ οὖν καὶ ἀνακοπτομένας. ἡμεῖς δὲ τὸν ἐν Ἀθήναις Ἄγνωστον ἐφευρόντες καὶ προσκυνήσαντες χεῖρας εἰς οὐρανὸν ἐκτείναντες  <milestone unit="Reitz_page" n="618"/> τούτῳ εὐχαριστήσομεν ὡς καταξιωθέντες τοιούτου κράτους ὑπήκοοι γενέσθαι, τοὺς δὲ λοιποὺς ληρεῖν ἐάσωμεν ἀρκεσθέντες ὑπὲρ αὐτῶν εἰπεῖν τὸ οὐ φροντὶς Ἱπποκλείδῃ κατὰ τὴν παροιμίαν. </p></sp></div></div></body></text></TEI>