Κριτίας ὡς δ’ ἀεροβατοῦντες ἐπυνθάνοντο, Πῶς τὰ τῆς πόλεως καὶ τὰ τοῦ κόσμου; ἦν δ’ ἐγώ, Χαίρουσί γε πάντες καὶ ἔτι γε χαρήσονται. οἱ δὲ ἀνένευον ταῖς ὀφρύσιν, Οὐχ οὕτω· δυστοκεῖ γὰρ ἡ πόλις. ἦν δ’ ἐγὼ κατὰ τὴν αὐτῶν γνώμην· Ὑμεῖς πεδάρσιοι ὄντες καὶ ὡς ἀπὸ ὑψηλοῦ ἅπαντα καθορῶντες ὀξυδερκέστατα καὶ τάδε νενοήκατε. πῶς δὲ τὰ τοῦ αἰθέρος; μῶν ἐκλείψει ὁ ἥλιος, ἡ δὲ σελήνη κατὰ κάθετον γενήσεται; ὁ Ἄρης εἰ τετραγωνήσει τὸν Δία καὶ ὁ Κρόνος διαμετρήσει τὸν ἥλιον; ἡ Ἀφροδίτη εἰ μετὰ τοῦ Ἑρμοῦ συνοδεύσει καὶ Ἑρμαφροδίτους ἀποκυήσουσιν, ἐφ’ οἷς ὑμεῖς ἥδεσθε; εἰ ῥαγδαίους ὑετοὺς ἐκπέμψουσιν; εἰ νιφετὸν πολὺν ἐπιστρωννύσουσι τῇ γῇ, χάλαζαν δὲ καὶ ἐρυσίβην εἰ κατάξουσι, λοιμὸν καὶ λιμὸν εἰ ἐπιπέμψουσιν, εἰ τὸ κεραυνοβόλον ἀγγεῖον ἀπεγεμίσθη καὶ τὸ βροντοποιὸν δοχεῖον ἀνεμεστώθη;