<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="23"><sp rend="merge"><speaker>Κριτίας</speaker><p>εἰς λόγους δὲ ταῦτα παρεκτείναντες πείθει με τὸν κακοδαίμονα εἰς γόητας ἀνθρώπους παραγενέσθαι καὶ ἀποφράδι τὸ δὴ λεγόμενον ἡμέρᾳ συγκυρῆσαι· ἔφασκε γὰρ πάντα ἐξ αὐτῶν μυσταγωγηθῆναι. καὶ δὴ διήλθομεν σιδηρέας τε πύλας καὶ χαλκέους οὐδούς. ἀναβάθρας δὲ πλείστας περικυκλωσάμενοι ἐς χρυσόροφον οἶκον ἀνήλθομεν, οἷον Ὅμηρος τὸν Μενελάου  <milestone unit="Reitz_page" n="612"/> φησί. καὶ δὴ ἅπαντα ἐσκοπίαζον ὅσα ὁ νησιώτης ἐχεῖνος νεανίσκος. ὁρῶ δὲ οὐχ Ἑλένην, μὰ Δί’, ἀλλ’ ἄνδρας ἐπικεκυφότας καὶ κατωχριωμένους· οἱ δὲ ἰδόντες γήθησαν καὶ ἐξ ἐναντίας παρεγένοντο· ἔφασκον γὰρ ὡς εἴ τινα λυγρὰν ἀγγελίαν ἀγάγοιμεν· ἐφαίνοντο γὰρ οὗτοι ὡς τὰ κάκιστα εὐχόμενοι καὶ ἔχαιρον ἐπὶ τοῖς λυγροῖς ὥσπερ αἱ ποινοποιοὶ ἐπὶ θέατρα, τὰς κεφαλὰς δ’ ἄγχι σχόντες ἐψιθύριζον. μετὰ δὲ τὰ ἤροντό με, <quote rend="blockquote">τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πόλις ἠδὲ τοκῆες;</quote> χρηστὸς γὰρ ἂν εἴης ἀπό γε τοῦ σχήματος. ἦν δ’ ἐγώ, Ὀλίγοι γε χρηστοί, ὥσπερ βλέπω πανταχοῦ· Κριτίας δὲ τοὔνομα, πόλις δέ μοι ἔνθεν ὅθεν καὶ ὑμῖν.</p></sp></div></div></body></text></TEI>