Κριτίας οἱ δὲ ἀνεκάγχασαν ἅπαντες ὡς ἀποπνιγέντες ὑπὸ τοῦ γέλωτος καὶ τῆς ἀμαθίας μου κατεγίνσκον. ἦν δ’ ἐγὼ πρὸς Κράτωνα, Μῶν κακῶς πάντα ἐξερρίνισα, ἵν’ εἴπω τι κωμικευσάμενος, καὶ οὐ κατὰ Ἀρίστανδρον τὸν Τελμισέα καὶ Ἀρτεμίδωρον τὸν ᾿Εφέσιον ἐξίχνευσα τοῖς ὀνείρασιν; ἦ δ’ ὅς, Σίγα, ὦ Κριτία· εἰ ἐχεμυθεῖς, μυσταγωγήσω σε τὰ κάλλιστα καὶ τὰ νῦν γενησόμενα· οὐ γὰρ ὄνειροι τάδ’ εἰσίν, ἀλλ’ ἀληθῆ, ἐκβήσονται δὲ εἰς μῆνα Μεσορί. ταῦτα ἀκηκοὼς παρὰ τοῦ Κράτωνος καὶ τὸ ὀλισθηρὸν τῆς διανοίας αὐτῶν κατεγνωκὼς ἠρυθρίασα καὶ σκυθρωπάζων ἐπορευόμην πολλὰ τὸν Κράτωνα ἐπιμεμφόμενος. εἷς δὲ δριμὺ καὶ τιτανῶδες ἐνιδὼν δραξάμε- νός μου τοῦ λώπους ἐσπάρασσε ῥήτρην ποιήσασθαι πει θόμενός τε καὶ παρανυττόμενος παρὰ τοῦ πεπαλαιωμένου ἐκείνου δαιμονίου.