Κριτίας ἀνθρωπίσκος δέ τις τοὔνομα Χαρίκενος, σεσημμένον γερόντιον ῥέγχον τῇ ῥινί, ὑπέβηττε μύχιον, ἐχρέμπτετο ἐπισεσυρμένον, ὁ δὲ πτύελος κυανώτερος θανάτου· εἶτα ἤρξατο ἐπιφθέγγεσθαι κατισχνημένον· Οὗτος, ὡς προεῖπον, τοὺς τῶν ἐξισωτῶν καταλείπει ἐλλειπασμοὺς καὶ τὰ χρέα τοῖς δανεισταῖς ἀποδώσει καὶ τά τε ἐνοίκια πάντα καὶ τὰ δημόσια, καὶ τὰς εἰραμάγγας δέξεται μὴ ἐξετάζων τῆς τέχνης. καὶ κατεφλυάρει ἔτι πικρότερα. οἱ περὶ αὐτὸν δὲ ἥδοντο τοῖς λόγοις καὶ τῷ καινῷ τῶν ἀκουσμάτων προσέκειντο.