Κριτίας Ἀπῄειν ἐπὶ τὴν λεωφόρον ὠνησόμενός γε τὰ χρειωδέστατα, καὶ δὴ ὁρῶ πλῆθος πάμπολυ ἐς τὸ οὖς ψιθυρίζοντας, ἐπὶ δὲ τῇ ἀκοῇ ἐφῦντο τοῖς χείλεσιν· ἐγὼ δὲ παπτήνας ἐς ἅπαντας καὶ τὴν χεῖρα τοῖς βλεφάροις περικάμψας ἐσκοπίαζον ὀξυδερκέστατα, εἴ πού γέ τινα τῶν φίλων θεάσωμαι. ὁρῶ δὲ Κράτωνα τὸν πολιτικόν, παιδόθεν φίλον ὄντα καὶ συμποτικόν. Τριεφῶν Αἰσθάνομαι· τοῦτον τὸν ἐξισωτὴν γὰρ εἴρηκας. εἶτα τί; Κριτίας Καὶ δὴ πολλοὺς παραγκωνισάμενος ἧκον ἐς τα πρόσω καὶ τὸ ἑωθινὸν χαῖρε εἰπὼν ἐχώρουν ὡς αὐτόν.