<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="17"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Εὖ πάντα ἀνακυκλεῖς, ὦ Τριεφῶν· ἀλλά μοι τόδε εἰπέ, εἰ καὶ τὰ τῶν Σκυθῶν ἐν τῷ οὐρανῷ  <milestone unit="Reitz_page" n="603"/> ἐγχαράττουσι;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Πάντα, εἰ τύχῃ γε χρηστὸς καὶ ἐν ἔθνεσι.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Πολλούς γε γραφέας φὴς ἐν τῷ οὐρανῷ, ὡς ἅπαντα ἀπογράφεσθαι.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον θεοῦ δεξιοῦ, ἀλλὰ κατηχούμενος πείθου παρ’ ἐμοῦ, εἴπερ ξῆν χρήζεις εἰς τὸν αἰῶνα. εἰ οὐρανὸν ὡς δέρριν ἐξήπλωσε, γῆν δὲ ἐφ’ ὕδατος ἔπηξεν, ἀστέρας ἐμόρφωσεν, ἄνθρωπον ἐκ μὴ ὄντος παρήγαγε, τί παράδοξον καὶ τὰς πράξεις πάντων ἐναπογράφεσθαι; καὶ γὰρ σοὶ οἰκίδιον κατασκευάσαντι, οἰκέτιδας δὲ καὶ οἰκέτας ἐν αὐτῷ συναγαγοντι, οὐδέποτέ σε διέλαθε τούτων πρᾶξις ἀπόβλητος· πόσῳ μᾶλλον τὸν πάντα πεποιηκότα θεὸν οὐχ ἅπαντα ἐν <pb facs="operaexrecogniti03luciuoft_0457"/>  <milestone unit="Reitz_page" n="604"/> εὐκολία διαδραμεῖν ἑκάστου πρᾶξιν καὶ ἔννοιαν; οἱ γάρ σου θεοὶ κότταβος τοῖς εὖ φρονοῦσιν ἐγένοντο.</p></sp></div></div></body></text></TEI>