<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="16"><sp rend="merge"><speaker>Τριεφῶν</speaker><p>οὐχὶ παρ’ Ὁμήρῳ ταῦτα γέγραπται; ἢ ἀμφίβολος αὕτη καὶ ἀμφίκρημνος ἀπάτη; εἰ δὲ βούλει, καὶ τοῦ Διὸς ἐπιθήσω σοι τὸν λόγον. οὐχὶ τῷ Αἰγίσθῳ εἴρηκεν ὡς ἀποσχομένῳ  <milestone unit="Reitz_page" n="602"/> μὲν τῆς μοιχείας καὶ τῆς Ἀγαμέμνονος ἐπιβουλῆς ξῆν καθείμαρται πολὺν χρόνον, ἐπιβαλλομένῳ δὲ ταῦτα πράττειν οὐ καθυστερεῖν θανάτου; τοῦτο κἀγὼ πολλάκις προὐμαντευσάμην, ἐὰν κτάνῃς τὸν πλησίον, θανατωθήσῃ παρὰ τῆς δίκης, εἰ δέ γε μὴ τοῦτο πράξῃς, βιώσῃ καλῶς, <quote rend="blockquote">οὐδέ κέ σ’ ὦκα τέλος θανάτοιο κιχείη.</quote> οὐχ ὁρᾶς ὡς ἀδιόρθωτα τὰ τῶν ποιητῶν καὶ ἀμφίλοξα καὶ μηδέπω ἡδραιωμένα; ὥστε ἔασον ἅπαντα, ὡς καὶ σὲ ἐν ταῖς ἐπουρανίοις βίβλοις τῶν ἀγαθῶν ἀπογράψωνται.</p></sp></div></div></body></text></TEI>