<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="14"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Τὰ δὲ τῶν Μοιρῶν ἐπινενησμένα ἐς ἅπαντας ἐγχαράττουσί γε καὶ ταῦτα;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Τὰ ποῖα;</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Τὰ τῆς εἱμαρμένης.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Λέγε, ὦ καλὲ Κριτία, περὶ τῶν Μοιρῶν, ἐγὼ δὲ μαθητιῶν ἀκούσαιμι παρὰ σοῦ.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Οὐχ Ὅμηρος ὁ ἀοίδιμος ποιητὴς εἴρηκε, <quote rend="blockquote">μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν·</quote><pb facs="operaexrecogniti03luciuoft_0455"/> <quote rend="blockquote">ἐπὶ δὲ τοῦ μεγάλου Ἡρακλέους, <l/> οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλείη φύγε κῆρα, <l/> ὅσπερ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι, <l/>  <milestone unit="Reitz_page" n="600"/> ἀλλά ἑ Μοῖρ’ ἐδάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.</quote> ἀλλὰ καὶ ὅλον τὸν βίον καθειμάρθαι καὶ τὰς ἐν τούτῳ μεταβολας· <quote rend="blockquote"><l rend="align(indent)"/>ἔνθα δ’ ἔπειτα <l/>πείσεται ἅσσα οἱ Αἶσα Κατακλῶθές τε βαρεῖαι <l/>γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.</quote> καὶ τὰς ἐν ξένῃ ἐποχὰς ἀπ’ ἐκείνης γίνεσθαι· <quote rend="blockquote">ἠδ’ ὡς Αἴολον ἱκόμεθ’, ὅς με πρόφρων ὑπέδεκτο, <l/>καὶ πέμπ’· οὐδέπω αἶσα φίλην ἐς πατρίδ’ ἱκέσθαι.</quote> ὥστε πάντα ὑπὸ τῶν Μοιρῶν γίνεσθαι ὁ ποιητὴς μεμαρτύρηκε. τὸν δὲ Δία μὴ θελῆσαι τὸν υἱὸν <quote rend="blockquote; align(indent)">θανάτοιο δυσηχέος ἐξαναλῦσαι,</quote> ἀλλὰ μᾶλλον <quote rend="blockquote">αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε <l/> παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε <l/> φθίσειν ἐν Τροίῃ.</quote> ὥστε, ὦ Τριεφῶν, διὰ τοῦτο μηδὲν προσθεῖναι περὶ τῶν Μοιρῶν ἐθελήσῃς, εἰ καὶ τάχα πεδάρσιος ἐγεγόνεις μετὰ τοῦ διδασκάλου καὶ τὰ ἀπόρρητα ἐμυήθης.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="15"><milestone unit="Reitz_page" n="601"/><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Καὶ πῶς ὁ αὐτὸς ποιητής, ὦ καλὲ Κριτία, διττὴν ἐπιλέγει τὴν εἱμαρμένην καὶ ἀμφίβολον, ὡς τόδε μέν τι πράξαντι, τοιῷδε τέλει συγκῦρσαι, τοῖον δὲ ποιήσαντι, ἑτέρῳ τέλει ἐντυχεῖν; ὡς ἐπ’ Ἀχιλλέως, <quote rend="blockquote">διχθαδίας Κῆρας φερέμεν θανάτοιο τέλοσδε· <l/>εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, <l/>ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται. <l/>εἰ δέ κεν οἴκαδ’ ἵκωμαι, <l/>ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν <l/>ἔσσεται.</quote> <pb facs="operaexrecogniti03luciuoft_0456"/> ἀλλὰ καὶ ἐπὶ Εὐχήνορος, <quote rend="blockquote">ὅς ρ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· <l/>πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος, <l/>νούσῳ ὑπ’ ἀργαλέῃ φθῖσθαι οἷς ἐν μεγάροισιν <l/>ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι.</quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="16"><sp rend="merge"><speaker>Τριεφῶν</speaker><p>οὐχὶ παρ’ Ὁμήρῳ ταῦτα γέγραπται; ἢ ἀμφίβολος αὕτη καὶ ἀμφίκρημνος ἀπάτη; εἰ δὲ βούλει, καὶ τοῦ Διὸς ἐπιθήσω σοι τὸν λόγον. οὐχὶ τῷ Αἰγίσθῳ εἴρηκεν ὡς ἀποσχομένῳ  <milestone unit="Reitz_page" n="602"/> μὲν τῆς μοιχείας καὶ τῆς Ἀγαμέμνονος ἐπιβουλῆς ξῆν καθείμαρται πολὺν χρόνον, ἐπιβαλλομένῳ δὲ ταῦτα πράττειν οὐ καθυστερεῖν θανάτου; τοῦτο κἀγὼ πολλάκις προὐμαντευσάμην, ἐὰν κτάνῃς τὸν πλησίον, θανατωθήσῃ παρὰ τῆς δίκης, εἰ δέ γε μὴ τοῦτο πράξῃς, βιώσῃ καλῶς, <quote rend="blockquote">οὐδέ κέ σ’ ὦκα τέλος θανάτοιο κιχείη.</quote> οὐχ ὁρᾶς ὡς ἀδιόρθωτα τὰ τῶν ποιητῶν καὶ ἀμφίλοξα καὶ μηδέπω ἡδραιωμένα; ὥστε ἔασον ἅπαντα, ὡς καὶ σὲ ἐν ταῖς ἐπουρανίοις βίβλοις τῶν ἀγαθῶν ἀπογράψωνται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="17"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Εὖ πάντα ἀνακυκλεῖς, ὦ Τριεφῶν· ἀλλά μοι τόδε εἰπέ, εἰ καὶ τὰ τῶν Σκυθῶν ἐν τῷ οὐρανῷ  <milestone unit="Reitz_page" n="603"/> ἐγχαράττουσι;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Πάντα, εἰ τύχῃ γε χρηστὸς καὶ ἐν ἔθνεσι.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Πολλούς γε γραφέας φὴς ἐν τῷ οὐρανῷ, ὡς ἅπαντα ἀπογράφεσθαι.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον θεοῦ δεξιοῦ, ἀλλὰ κατηχούμενος πείθου παρ’ ἐμοῦ, εἴπερ ξῆν χρήζεις εἰς τὸν αἰῶνα. εἰ οὐρανὸν ὡς δέρριν ἐξήπλωσε, γῆν δὲ ἐφ’ ὕδατος ἔπηξεν, ἀστέρας ἐμόρφωσεν, ἄνθρωπον ἐκ μὴ ὄντος παρήγαγε, τί παράδοξον καὶ τὰς πράξεις πάντων ἐναπογράφεσθαι; καὶ γὰρ σοὶ οἰκίδιον κατασκευάσαντι, οἰκέτιδας δὲ καὶ οἰκέτας ἐν αὐτῷ συναγαγοντι, οὐδέποτέ σε διέλαθε τούτων πρᾶξις ἀπόβλητος· πόσῳ μᾶλλον τὸν πάντα πεποιηκότα θεὸν οὐχ ἅπαντα ἐν <pb facs="operaexrecogniti03luciuoft_0457"/>  <milestone unit="Reitz_page" n="604"/> εὐκολία διαδραμεῖν ἑκάστου πρᾶξιν καὶ ἔννοιαν; οἱ γάρ σου θεοὶ κότταβος τοῖς εὖ φρονοῦσιν ἐγένοντο.</p></sp></div></div></body></text></TEI>