Τριεφῶν ἀλλ’ ἔτι ἀνεμνήσθην τὰ τῶν Κρητῶν, οἳ τάφον ἐπεδείκνυντό μοι τοῦ Διός σου καὶ τὰ τὴν μητέρα θρέψαντα λόχμια, ὡς ἀειθαλεῖς αἱ λόχμαι αὗται διαμένουσι. Κριτίας Ἀλλ’ οὐκ ἐγίνωσκες τὴν ἐπῳδὴν καὶ τὰ ὄργια. Τριεφῶν Εἰ ταῦτα, ὦ Κριτία, ἐξ ἐπῳδῆς ἐγίνετο, τάχ’ ἂν καὶ ἐκ νεκάδῶν ἐξήνεγκεν ἂν καὶ ἐς τὸ γλυκύτατον φάος ἀνήγαγεν. ἀλλὰ λῆρος παίγνιά τε καὶ μῦθοι παρὰ τῶν ποιητῶν τερατολογούμενα. ὥστε ἔασον καὶ ταύτην.