Τριεφῶν ἀλλ’ ἔτι ἀνεμνήσθην τὰ τῶν Κρητῶν, οἳ τάφον ἐπεδείκνυντό μοι τοῦ Διός σου καὶ τὰ τὴν μητέρα θρέψαντα λόχμια, ὡς ἀειθαλεῖς αἱ λόχμαι αὗται διαμένουσι. Κριτίας Ἀλλ’ οὐκ ἐγίνωσκες τὴν ἐπῳδὴν καὶ τὰ ὄργια. Τριεφῶν Εἰ ταῦτα, ὦ Κριτία, ἐξ ἐπῳδῆς ἐγίνετο, τάχ’ ἂν καὶ ἐκ νεκάδῶν ἐξήνεγκεν ἂν καὶ ἐς τὸ γλυκύτατον φάος ἀνήγαγεν. ἀλλὰ λῆρος παίγνιά τε καὶ μῦθοι παρὰ τῶν ποιητῶν τερατολογούμενα. ὥστε ἔασον καὶ ταύτην. Κριτίας Ἥραν δὲ τὴν Διὸς γαμετὴν καὶ κασίγνητον οὐ παραδέχῃ; Τριεφῶν Σίγα τῆς ἀσελγεστάτης ἕνεκα μίξεως καὶ τὴν ἐκ ποδοῖν καὶ χεροῖν ἐκτεταμένην παράδραμε. Κριτίας Καὶ τίνα ἐπομόσωμαί γε; Τριεφῶν Ὑψιμέδοντα θεόν, μέγαν, ἄμβροτον, οὐρανίωνα, υἱὸν πατρός, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον, ἓν ἐκ τριῶν καὶ ἐξ ἑνὸς τρία, ταῦτα νόμιξε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν. Κριτίας Ἀριθμέειν με διδάσκεις, καὶ ὅρκος ἡ ἀριθμητική· καὶ γὰρ ἀριθμέεις ὡς Νικόμαχος ὁ Γερασηνός. οὐχ οἶδα γὰρ τί λέγεις, ἓν τρία, τρία ἕν. μὴ τὴν τετρακτὺν φὴς τὴν Πυθαγόρου ἢ τὴν ὀγδοάδα καὶ τριακάδα; Τριεφῶν Σίγα τὰ νέρθε καὶ τὰ σιγῆς ἄξια. οὐκ ἔσθ’ ὧδε μετρεῖν τὰ ψυλλῶν ἴχνη. ἐγὼ γάρ σε διδάξω τί τὸ πᾶν καὶ τίς ὁ πρῴην πάντων καὶ τί τὸ σύστημα τοῦ παντός· καὶ γὰρ πρῴην κἀγὼ ταῦτα ἔπασχον ἅπερ σύ, ἡνίκα δέ μοι Γαλιλαῖος ἐνέτυχεν, ἀναφαλαντίας, ἐπίρρινος, ἐς τρίτον οὐρανὸν ἀεροβατήσας καὶ τὰ κάλλιστα ἐκμεμαθηκώς, δι᾿ ὕδατος ἡμᾶς ἀνεκαίνισεν, ἐς τὰ τῶν μακάρων ἴχνια παρεισώδευσε καὶ ἐκ τῶν ἀσεβῶν χώρων ἡμᾶς ἐλυτρώσατο. καὶ σὲ ποιήσω, ἤν μου ἀκούῃς, ἐπ᾿ ἀληθείας ἄνθρωπον. Κριτίας Λέγε, ὦ πολυμαθέστατε Τριεφῶν· διὰ φόβου γὰρ ἔρχομαι. Τριεφῶν Ἀνέγνωκάς ποτε τὰ τοῦ Ἀριστοφάνους τοῦ δραματοποιοῦ Ὄρνιθας ποιημάτια; Κριτίας Καὶ μάλα. Τριεφῶν Ἐγκεχάρακται παρ’ αὐτοῦ τοιόνδε· Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς· γῆ δ’ οὐδ’ ἀὴρ οὐδ’ οὐρανὸς ἦν. Κριτίας Εὖ λέγεις. εἶτα τί ἦν; Τριεφῶν Ἦν φῶς ἄφθιτον ἀόρατον ἀκατανόητον, ὃ λύει τὸ σκότος καὶ τὴν ἀκοσμίαν ταύτην ἀπήλασε, λόγῳ μόνῳ ῥηθέντι ὑπ’ αὐτοῦ, ὡς ὁ βραδύγλωσσος ἀπεγράψατο, γῆν ἔπηξεν ἐφ ὕδασιν, οὐρανὸν ἐτάνυσεν, ἀστέρας ἐμόρφωσεν ἀπλανεῖς, δρόμον διετάξατο, οὓς σὺ σέβῃ θεούς, γῆν δὲ τοῖς ἄνθεσιν ἐκαλλώπισεν, ἄνθρωπον ἐκ μὴ ὄντων ἐς τὸ εἶναι παρήγαγε, καὶ ἔστιν ἐν οὐρανῷ βλέπων δικαίους τε κἀδίκους καὶ ἐν βίβλοις τὰς πράξεις ἀπογραφόμενος· ἀνταποδώσει δὲ πᾶσιν ἣν ἡμέραν αὐτὸς ἐνετείλατο.