Τριεφῶν Τί τοῦτο, ὦ Κριτία; ὅλον σεαυτὸν ἠλλοίωσας καὶ τὰς ὀφρῦς κάτω συννένευκας, μύχιον δὲ βυσσοδομεύεις ἄνω καὶ κάτω περιπολῶν κερδαλεόφρονι ἐοικὼς κατὰ τὸν ποιητήν ὠχρός τέ σευ εἷλε παρειάς. μή που τρικάρηνον τεθέασαι ἢ Ἑκάτην ἐξ Ἅιδου ἐληλυ θυῖαν, ἢ καί τινι θεῶν ἐκ προνοίας συνήντηκας; οὐδέπω γάρ σε τοιαῦτα εἰκὸς παθεῖν, εἰ καὶ αὐτὸν ἠκηκόεις, οἷμαι, τὸν κόσμον κλυσθῆναι ὥσπερ ἐπὶ τοῦ Δευκαλίωνος. σοὶ λέγω, ὦ καλὲ Κριτία, οὐκ ἀΐεις ἐμοῦ ἐπιβοωμένου τὰ πολλὰ καὶ ἐς βραχὺ γειτνιάσαντος; δυσχεραίνεις καθ’ ἡμῶν ἢ ἐκκεκώφωσαι ἢ καὶ ἐκ τῆς χειρὸς παλαιστήσοντα ἐπιμένεις; Κριτίας Ὦ Τριεφῶν, μέγαν τινὰ καὶ ἠπορημένον λό γον ἀκήκοα καὶ πολλαῖς ὁδοῖς διενειλημένον καὶ ἔτι ἀνα πεμπάζω τοὺς ὕθλους καὶ τὰς ἀκοὰς ἀποφράττω, μή που ἔτι ἀκούσαιμι ταῦτα καὶ ἀποψύξω ἐκμανεὶς καὶ μῦθος τοῖς ποιηταῖς γενήσομαι ὡς καὶ Νιόβη τὸ πρίν. ἀλλὰ κατὰ κρημνῶν ὠθούμην ἂν ἐπὶ κεφαλῆς σκοτοδινήσας, εἰ μὴ ἐπέκραξάς μοι, ὦ τάν, καὶ τὸ τοῦ Κλεομβρότου πήδημα τοῦ Ἀμβρακιώτου ἐμυθεύθη ἐπ’ ἐμοί. Τριεφῶν Ἡράλλεις, τῶν θαυμασίων ἐκείνων φα σμάτων ἢ ἀκουσμάτων, ἅπερ Κριτίαν ἐξέπληξαν. πόσοι γὰρ ἐμβρόντητοι ποιηταὶ καὶ τερατολογίαι φιλοσόφων οὐκ ἐξέπληξάν σου τὴν διάνοιαν, ἀλλὰ λῆρος πάντα γέγονεν ἐπὶ σοί. Κριτίας Πέπαυσο ἐς μικρὸν καὶ μηκέτι παρενοχλή σῃς, ὦ Τριεφῶν· οὐ γὰρ παροπτέος ἢ ἀμελητέος γενήσῃ παρ’ ἐμοῦ. Τριεφῶν Οἶδ’ ὅτι οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα ἀνακυκλεῖς, ἀλλὰ καὶ λίαν τῶν ἀπορρήτων· ὁ γὰρ χρὼς καὶ τὸ ταυρηδὸν ὑποβλέπειν καὶ τὸ ἄστατον τῆς βάσεως τό τε ἄνω καὶ κάτω περιπολεῖν ἀρίγνωτόν σε καθίστησιν. ἀλλ’ ἄμπνευσον τοῦ δεινοῦ, ἐξέμεσον τοὺς ὕθλους, μή τι κακὸν παθέῃς. Κριτίας Σὺ μέν, ὦ Τριεφῶν, ὅσον πέλεθρον ἀνάδραμε ἀπ’ ἐμοῦ, ἵνα μὴ τὸ πνεῦμα ἐξάρῃ σε καὶ πεδάρσιος τοῖς πολλοῖς ἀναφανῇς καί που καταπεσὼν Τριεφώντειον πέλαγος κατονομάσῃς, ὡς καὶ Ἴκαρος τὸ πρίν· ἃ γὰρ ἀκήκοα τήμερον παρὰ τῶν τρισκαταράτων ἐκείνων σοφιστῶν, μεγάλως ἐξώγκωσέ μου τὴν νηδύν. Τριεφῶν Ἐγὼ μὲν ἀναδραμοῦμαι ὁπόσον καὶ βούλει, σὺ δὲ ἄμπνευσον τοῦ δεινοῦ. Κριτίας Φῦ φῦ φῦ φῦ τῶν ὕθλων ἐκείνων, ἰοὺ ἰοὺ ἰοὺ ἰοὺ τῶν δεινῶν βουλευμάτων, αἲ αἲ αἲ αἲ τῶν κενῶν ἐλπίδων. Τριεφῶν Βαβαῖ τοῦ ἀναφυσήματος, ὡς τὰς νεφέλας διέστρεψε· ξεφύρου γὰρ ἐπιπνέοντος λάβρου καὶ τοῖς κύμασιν ἐπωθίζοντος βορέην ἄρτι ἀνὰ τὴν Προποντίδα κεκίνηκας, ὡς διὰ κάλων αἱ ὁλκάδες τὸν Εὔξεινον πόντον οἰχήσονται, τῶν κυμάτων ἐπικυλινδούντων ἐκ τοῦ φυσήματος· ὅσον οἴδημα τοῖς ἐγκάτοις ἐνέκειτο· πόσος κορκορυγμὸς καὶ κλόνος τὴν γαστέρα σου συνετάρασσε. πολύωτον σεαυτὸν ἀναπέφηνας τοσαῦτα ἀκηκοώς, ὅς γὲ κατὰ τὸ τερατῶδες καὶ διὰ τῶν ὀνύχων ἠκηκόεις. Κριτίας Οὐ παράδοξόν τι, ὦ Τριεφῶν, ἀκηκοέναι καὶ ἐξ ὀνύχων· καὶ γὰρ κνήμην γαστέρα τεθέασαι καὶ κεφαλὴν κύουσαν καὶ ἀνδρείαν φύσιν ἐς γυναικείαν ἐνεργοβατοῦσαν καὶ ἐκ γυναικῶν ὄρνεα μεταβαλλόμενα· καὶ ὅλως τερατώδης ὁ βίος, εἰ βούλει πιστεύειν τοῖς ποιηταῖς. ἀλλ’ ἐπεί σε πρῶτον κιχάνω τῷδ’ ἐνὶ χώρῳ, ἀπίωμεν ἔνθα αἱ πλάτανοι τὸν ἥλιον εἴργουσιν, ἀηδόνες δὲ καὶ χελιδόνες εὔηχα κελαδοῦσιν, ἵν᾿ ἡ μελῳδία τῶν ὀρνέων τὰς ἀκοὰς ἐνηδύνουσα τό τε ὕδωρ ἠρέμα κελαρύζον τὰς ψυχὰς καταθέλξειε. Τριεφῶν Ἴωμεν, ὦ Κριτία· ἀλλὰ δέδια μή που ἐπῳδὴ τὸ ἠκουσμένον ἐστὶ καί μὲ ὕπερον ἢ θύρετρον ἢ ἄλλο τι τῶν ἀψύχων ἀπεργάσεται ἡ θαυμασία σου αὕτη κατάπληξις. Κριτίας Νὴ τὸν Δία τὸν αἰθέριον οὐ τοῦτο γενήσεται ἐπὶ σοί. Τριεφῶν Ἔτι με ἐξεφόβησας τὸν Δία ἐπομοσάμενος. τί γὰρ ἂν δυνήσεται ἀμυνέμεναί σε, εἰ παραβαίης τὸν ὅρκον; οἶδα γὰρ καὶ σὲ μὴ ἀγνοεῖν περὶ τοῦ Διός σου. Κριτίας Τί λέγεις; οὐ δυνήσεται ὁ Ζεὺς ἐς Τάρταρον ἀποπέμψαι; ἢ ἀγνοεῖς ὡς τοὺς θεοὺς πάντας ἀπέρριψεν ἀπὸ τοῦ θεσπεσίου βηλοῦ καὶ τὸν Σαλμωνέα ἀντιβροντῶντα πρῴην κατεκεραύνωσε καὶ τοὺς ἀσελγεστάτους ἔτι καὶ νῦν, παρὰ δὲ τῶν ποιητῶν Τιτανοκράτωρ καὶ Γιγαντολέτης ἀνυμνεῖται ὡς καὶ παρ’ Ὁμήρῳ; Τριεφῶν Σὺ μέν, ὦ Κριτία, πάντα παρέδραμες τὰ τοῦ Διός, ἀλλ’, εἴ σοι φίλον, ἄκουε. οὐχὶ κύκνος οὗτος ἐγένετο καὶ σάτυρος δι’ ἀσέλγειαν, ἀλλὰ καὶ ταῦρος; καὶ εἰ μὴ τὸ πορνίδιον ἐκεῖνο ταχέως ἐπωμίσατο καὶ διέφυγε διὰ τοῦ πελάγους, τάχ’ ἂν ἠροτρία ἐντυχὼν γεηπόνῳ ὁ βροντοποιὸς καὶ κεραυνοβόλος σου Ζεὺς καὶ ἀντὶ τοῦ κεραυνοβολεῖν τῇ βουπλῆγι κατεκεντάννυτο. τὸ δὲ καὶ Αἰθίοψι συνευωχεῖσθαι ἀνδράσι μελαντέροις καὶ τὴν ὄψιν ἐζοφωμένοις καὶ ἐς δώδεχ’ ἡλίους μὴ ἀφίστασθαι, ἀλλ’ ὑποβεβρεγμένος καθεδεῖσθαι παρ’ αὐτοῖς πώγωνα τηλικοῦτον ἔχων, οὐκ αἰσχύνης ἄξια; τὰ δὲ τοῦ ἀετοῦ καὶ τῆς Ἴδης καὶ τὸ κυοφορεῖν καθ’ ὅλου τοῦ σώματος αἰσχύνομαι καὶ λέγειν. Κριτίας Μῶν τὸν Ἀπόλλωνά γ’ ἐπομοσόμεθα, ὃς προφήτης ἄριστος καὶ ἰητρός, ὦγαθέ; Τριεφῶν Τὸν ψευδόμαντιν λέγεις, τὸν Κροῖσον πρῴην διολωλεκότα καὶ μετ’ αὐτὸν Σαλαμινίους καὶ ἑτέρους μυρίους, ἀμφίλοξα πᾶσι μαντευόμενον;