<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg006.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg006.1st1K-grc1" n="16"><sp rend="merge"><speaker>Κυνικός</speaker><p>τοιαῦτά σοι τά γε ἡμέτερα, πολὺ δήπου διάφῶνα τοῖς τῶν πολλῶν βουλήμασι· καὶ θαυμαστὸν οὐδέν, εἰ τῷ σχήματι διαφέρομεν αὐτῶν, ὁπότε καὶ τῇ προαιρέσει τοσοῦτον διαφέρομεν. θαυμάζω δέ σου πῶς ποτε κιθαρῳδοῦ μέν τινα νομίζεις στολὴν καὶ σχῆμα καὶ αὐλητοῦ νὴ Δία γε σχῆμα καὶ στολὴν τραγῳδοῦ, ἀνδρὸς δὲ ἀγαθοῦ σχῆμα καὶ στολὴν οὐκέτι νομίζεις, ἀλλὰ τὴν αὐτὴν αὐτὸν οἴει δεῖν ἔχειν τοῖς πολλοῖς, καὶ ταῦτα τῶν πολλῶν κακῶν ὄντων. εἰ μὲν δεῖ ἑνὸς ἰδίου σχήματος τοῖς ἀγαθοῖς, τί πρέποι ἂν μᾶλλον ἢ τοῦθ’ ὅπερ ἀναιδέστατον τοῖς ἀκολάστοις ἐστὶ καὶ ὅπερ ἀπεύξαιντ’ ἂν οὗτοι μάλιστα ἔχειν;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg006.1st1K-grc1" n="17"><sp rend="merge"><speaker>Κυνικός</speaker><p>οὐκοῦν τό γε ἐμὸν σχῆμα τοιοῦτόν ἐστιν, αὐχμηρὸν εἶναι, λάσιον εἶναι, τρίβωνα ἔχειν, κομᾶν, ἀνυποδητεῖν. τὸ δ’ ὑμέτερον ὅμοιον τῷ τῶν κιναίδων, καὶ διακρίνειν οὐδὲ εἷς ἂν ἔχοι, οὐ τῇ χρόᾳ τῶν ἱματίων, οὐ τῇ μαλακότητι, οὐ τῷ πλήθει τῶν χιτωνίσκων.  <milestone unit="Reitz_page" n="549"/> οὐ τοῖς ἀμφιάσμασιν, οὐχ ὑποδήμασιν, οὐ κατασκευῇ τριχῶν, οὐκ ὀδμῇ· καὶ γὰρ ἀπόζετε ἤδη παραπλήσιον ἐκείνοις οἱ εὐδαιμονέστατοι οὗτοι μάλιστα. καίτοι τί ἂν δῴη τις ἀνδρὸς τὴν αὐτὴν τοῖς κιναίδοις ὀδμὴν ἔχοντος; τοιγαροῦν τοὺς μὲν πόνους οὐδὲν ἐκείνων μᾶλλον ἀνέχεσθε, τὰς δὲ ἡδονὰς οὐδὲν ἐκείνων ἧττον· καὶ τρέφεσθε τοῖς αὐτοῖς καὶ κοιμᾶσθε ὁμοίως καὶ βαδίζετε, μᾶλλον δὲ βαδίζειν οὐκ ἐθέλετε, φέρεσθαι δὲ ὥσπερ τὰ φορτία οἱ μὲν ὑπ’ ἀνθρώπων, οἵ δὲ ὑπὸ κτηνῶν· ἐμὲ δὲ οἱ πόδες φέρουσιν ὅποιπερ ἂν δέωμαι. κἀγὼ μὲν ἱκανὸς καὶ ῥίγους ἀνέχεσθαι καὶ θάλπος φέρειν καὶ τοῖς τῶν θεῶν ἔργοις μὴ δυσχεραίνειν, διότι ἄθλιός εἰμι, ὑμεῖς δὲ διὰ τὴν εὐδαιμονίαν οὐδενὶ τῶν γινομένων ἀρέσκεσθε καὶ πάντα μέμφεσθε καὶ τὰ μὲν παρόντα φέρειν οὐκ ἐθέλετε, τῶν δὲ ἀπόντων ἐφίεσθε, χειμῶνος μὲν εὐχόμενοι <pb facs="operaexrecogniti03luciuoft_0436"/> θέρος, θέρους δὲ χειμῶνα, καὶ καύματος μὲν ῥῖγος, ῥίγους δὲ καῦμα καθάπερ οἱ νοσοῦντες δυσάρεστοι καὶ μεμψίμοιροι ὄντες· αἰτία δὲ ἐκείνοις μὲν ἡ νόσος, ὑμῖν δὲ ὁ τρόπος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg006.1st1K-grc1" n="18"><sp rend="merge"><speaker>Κυνικός</speaker><p>κἄπειτα δὲ ἡμᾶς μετατίθεσθαι καὶ ἐπανορθοῦν τὰ ἡμέτερα ἀξιοῦτε, κακῶς βουλευομένων πολλάκις  <milestone unit="Reitz_page" n="550"/> περὶ ὧν πράττομεν, αὐτοὶ ἄσκεπτοι ὄντες περὶ τῶν ἰδίων καὶ μηδὲν αὐτῶν κρίσει καὶ λογισμῷ ποιοῦντες, ἀλλ’ ἔθει καὶ ἐπιθυμίᾳ. τοιγαροῦν οὐδὲν ὑμεῖς διαφέρετε τῶν ὑπὸ χειμάρρου φερομένων ἐκεῖνοί τε γάρ, ὅπου ἂν ἴῃ τὸ ῥεῦμα, ἐκεῖ φέρονται, καὶ ὑμεῖς ὅπου ἂν αἱ ἐπιθυμίαι. πάσχετε δὲ παραπλήσιόν τι ὅ φασί τινα παθεῖν ἐφ’ ἵππον ἀναβάντα μαινόμενον· ἀρπάσας γὰρ αὐτὸν ἔφερεν ἄρα ὁ ἵππος· ὁ δὲ οὐκέτι καταβῆναι τοῦ ἵππου θέοντος ἐδύνατο. καί τις ἀπαντήσας ἠρώτησεν αὐτὸν ποίαν ἄπεισιν; ὁ δὲ εἶπεν, Ὅπου ἂν τούτῳ δοκῇ, δεικνὺς τὸν ἵππον. καὶ ὑμᾶς ἄν τις ἐρωτᾷ, ποῖ φέρεσθε; τἀληθὲς ἐθέλοντες λέγειν ἐρεῖτε ἁπλῶς μέν, ὅποιπερ ἂν ταῖς ἐπιθυμίαις δοκῇ, κατὰ μέρος δέ, ὅποιπερ ἂν τῇ ἡδονῇ δοκῇ, ποτὲ δέ, ὅπου τῇ δόξῃ, ποτὲ δὲ αὐ, τῇ φιλοκερδίᾳ· ποτὲ δὲ ὁ θυμός, ποτὲ δὲ ὁ φόβος, ποτὲ δὲ ἄλλο τι τοιοῦτον ὑμᾶς ἐκφέρειν δύναται· οὐ γὰρ ἐφ’ ἑνός, ἀλλ’ ἐπὶ πολλῶν ὑμεῖς γε ἵππων βεβηκότες ἄλλοτε ἄλλων, καὶ μαινομένων πάντων, φέρεσθε. τοιγαροῦν ἐκφέρουσιν ὑμᾶς εἰς βάραθρα καὶ κρημνούς. ἴστε δ’ οὐδαμῶς πρὶν πεσεῖν ὅτι πεσεῖσθαι μέλλετε.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg006.1st1K-grc1" n="19"><sp rend="merge"><speaker>Κυνικός</speaker><p>ὁ δὲ τρίβων οὗτος, οὗ καταγελᾶτε, καὶ ἡ κόμη καὶ τὸ σχῆμα τοὐμὸν τηλικαύτην ἔχει δύναμιν, ὥστε παρέχειν μοι ξῆν ἐφ’ ἡσυχίας καὶ πράττοντι ὅ τι βούλομαι καὶ συνόντι οἷς βούλομαι· τῶν γὰρ ἀμαθῶν ἀνδροώπων καὶ ἀπαιδεύτων οὐδεὶς ἂν ἐθέλοι μοι προσιέναι διὰ τὸ σχῆμα, οἱ δὲ μαλακοὶ καὶ πάνυ πόρρωθεν ἐχτρέπονται· προσίασι δὲ οἱ κομψότατοι καὶ  <milestone unit="Reitz_page" n="551"/> ἐπιεικέστατοι καὶ ἀρετῆς ἐπιθυμοῦντες. οὗτοι μάλιστά <pb facs="operaexrecogniti03luciuoft_0437"/> μοι προσίασι· τοῖς γὰρ τοιούτοις ἐγὼ χαίρω ξυνών. θύρας δὲ τῶν καλουμένων εὐδαιμόνων οὐ θεραπεύω, τοὺς δὲ χρυσοῦς στεφάνους καὶ τὴν πορφύραν τῦφον νομίζω καὶ τῶν ἀνθρώπων καταγελῶ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg006.1st1K-grc1" n="20"><sp rend="merge"><speaker>Κυνικός</speaker><p>ἵνα δὲ μάθῃς περὶ τοῦ σχήματος, ὡς οὐκ ἀνδράσι μόνον ἀγαθοῖς, ἀλλὰ καὶ θεοῖς πρέποντος ἔπειτα καταγελᾶς αὐτοῦ. σκέψαι τὰ ἀγάλματα τῶν θεῶν. πότερά σοι δοκοῦσιν ἔχειν ὁμοίως ὑμῖν ἢ ἐμοί; καὶ μὴ μόνον γε τῶν Ἑλλήνων, ἀλλὰ καὶ τῶν βαρβάρων τοὺς ναοὺς ἐπισκόπει περιιών, πότερον [αὐτοὶ] οἱ θεοὶ κομῶσι καὶ γενειῶσιν ὡς ἐγὼ ἢ καθάπερ ὑμεῖς ἐξυρημένοι πλάττονται καὶ γράφονται. καὶ μέντοι καὶ ἀχίτωνας ὄψει τοὺς πολλοὺς ὥσπερ ἐμέ. τί ἂν οὖν ἔτι τολμῴης περὶ τούτου τοῦ σχήματος λέγειν ὡς φαύλου, ὁπότε καὶ θεοῖς φαίνεται πρέπον; </p></sp></div></div></body></text></TEI>