Κυνικός οἱ δὲ τοῖς κρέασι μὴ τροφῇ χρώμενοι μόνον, ἀλλὰ καὶ βαφὰς μηχανώμενοι δι᾿ αὐτῶν, οἷοί γέ εἰσιν οἱ τὴν πορφύραν βάπτοντες, οὐχὶ καὶ αὐτοὶ παρὰ φύσιν χρῶνται τοῖς τοῦ θεοῦ κατασκευάσμασι; Λυκίνος Μὰ Δία· δύναται γὰρ βάπτειν, οὐκ ἐσθίεσθαι μόνον τὸ τῆς πορφύρας κρέας. Κυνικός Ἀλλ’ οὐ πρὸς τοῦτο γέγονεν· ἐπεὶ καὶ τῷ κρατῆρι δύναιτ’ ἄν τις βιαζόμενος ὥσπερ χύτρᾳ χρήσασθαι, πλὴν οὐ πρὸς τοῦτο γέγονεν. ἀλλὰ γὰρ πῶς ἅπασαν τὴν τούτων τις κακοδαιμονίαν διελθεῖν δύναιτ’ ἂν; τοσαύτη τίς ἐστι. σὺ δέ μοι. διότι μὴ βούλομαι ταύτης μετέχειν, ἐγκαλεῖς· ζῶ δὲ καθάπερ ὁ κόσμιος ἐκεῖνος, εὐωχούμενος τοῖς κατ’ ἐμαυτὸν καὶ τοῖς εὐτελεστάτοις χρώμενος, τῶν δὲ ποικίλων καὶ παντοδαπῶν οὐκ ἐφιέμενος. Κυνικός χἄπειτα εἰ θηρίου βίον βραχέων δεόμενος καὶ ὀλίγοις χρώμενος δοκῶ σοι ζῆν, κινδυνεύουσιν οἱ θεοὶ καὶ τῶν θηρίων εἶναι χείρονες κατά γε τὸν σὸν λόγον· οὐδενὸς γὰρ δέονται. ἵνα δὲ καταμάθῃς ἀκριβέστερον τό τε ὀλίγων καὶ τὸ πολλῶν δεῖσθαι ποῖον τι ἑκάτερόν ἐστιν, ἐννόησον ὅτι δέονται πλειόνων οὗ μὲν παῖδες τῶν τελείων. αἱ δὲ γυναῖκες τῶν ἀνδρῶν, οἱ δὲ νοσοῦντες τῶν ὑγιαινόντων, καθόλου δὲ πανταχοῦ τὸ χεῖρον τοῦ κρείτ τονος πλειόνων δεῖται. διὰ τοῦτο θεοὶ μὲν οὐδενός, οἱ δὲ ἔγγιστα θεοῖς ἐλαχίστων δέονται. Κυνικός ἢ νομίζεις τὸν Ἡρακλέα τὸν πάντων ἀνθρώπων ἄριστον, θεῖον δὲ ἄνδρα καὶ θεὸν ὀρθῶς νομισθέντα, διὰ κακοδαιμονίαν περινοστεῖν γυμνὸν δέρμα μόνον ἔχοντα καὶ μηδενὸς τῶν αὐτῶν ὑμῖν δεόμενον: ἀλλ’ οὐ κακοδαίμων ἦν ἐκεῖνος, ὃς καὶ τῶν ἄλλων ἀπήμυνε τὰ κακά, οὐδ᾽ αὖ πένης, ὃς γῆς καὶ θαλάττης ἦρχεν· ἐφ’ ὅ τι γὰρ ἂν ὁρμήσειεν, ἁπανταχοῦ πάντων ἐκράτει καὶ οὐδενὶ τῶν τότε ἐνέτυχεν ὁμοίῳ οὐδὲ κρείττονι ἑαυτοῦ, μέχριπερ ἐξ ἀνθρώπων ἀπῆλθεν. ἢ σὺ δοκεῖς στρωμάτων καὶ ὑποδημάτων ἀπόρως ἔχειν καὶ διὰ τοῦτο περιιέναι τοιοῦτον; οὐκ ἔστιν εἰπεῖν, ἀλλ’ ἐγκρατὴς καὶ καρτερικὸς ἦν καὶ κρατεῖν ἤθελε καὶ τρυφᾶν οὐκ ἐβούλετο. ὁ δὲ Θησεὺς ὁ τούτου μαθητὴς οὐ βασιλεὺς μὲν ἦν πάντων Ἀθηναίων, υἱὸς δὲ Ποσειδῶνος, ὥς φασιν, ἄριστος δὲ τῶν καθ’ αὑτόν; Κυνικός ἀλλ’ ὅμως κἀκεῖνος ἤθελεν ἀνυπόδητος εἶναι καὶ γυμνὸς βαδίζειν καὶ πώγωνα καὶ κόμην ἔχειν ἤρεσκεν αὐτῷ, καὶ οὐκ ἐκείνῳ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς παλαιοῖς ἤρεσκεν· ἀμείνους γὰρ ἦσαν ὑμῶν, καὶ οὐκ ἂν ὑπέμειναν οὐδὲ εἷς αὐτῶν οὐδὲν μᾶλλον ἢ τῶν λεόντων τις ξυρώμενος· ὑγρότητα γὰρ καὶ λειότητα σαρκὸς γυναιξὶ πρέπειν ἡγοῦντο, αὐτοὶ δ’ ὥσπερ ἦσαν, καὶ φαίνεσθαι ἄνδρες ἤθελον καὶ τὸν πώγωνα κόσμον ἀνδρὸς ἐνόμιζον ὥσπερ καὶ ἵππων χαίτην καὶ λεόντων γένεια, οἷς ὁ θεὸς ἀγλαΐας καὶ κόσμου χάριν προσέθηκέ τινα· οὑτωσὶ δὲ καὶ τοῖς ἀνδράσι τὸν πώγωνα προσέθηκεν. ἐκείνους οὖν ἐγὼ ζηλῶ τοὺς παλαιοὺς καὶ ἐκείνους μιμεῖσθαι βούλομαι, τοὺς δὲ νῦν οὐ ζηλῶ τῆς θαυμαστῆς ταύτης εὐδαιμονίας ἧς ἔχουσι περὶ τραπέζας καὶ ἐσθῆτας καὶ λεαίνοντες καὶ ψιλούμενοι πᾶν τοῦ σώματος μέρος καὶ μηδὲ τῶν ἀπορρήτων μηδέν, ᾗ πέφυκεν. ἔχειν ἐῶντες. Κυνικός εὔχομαι δέ μοι τοὺς μὲν πόδας ὁπλῶν ἱππείων οὐδὲν διαφέρειν, ὥσπερ φασὶ τοὺς Χείρωνος, αὐτὸς δὲ μὴ δεῖσθαι στρωμάτων ὥσπερ οἱ λέοντες, οὐδὲ τροφῆς δεῖσθαι πολυτελοῦς μᾶλλον ἢ οἱ κύνες· εἴη δέ μοι γῆν μὲν ἅπασαν εὐνὴν αὐτάρκη ἔχειν, οἶκον δὲ τὸν κόσμον νομίζειν, τροφὴν δὲ αἱρεῖσθαι τὴν ῥᾴστην ποοισθῆναι. χρυσοῦ δὲ καὶ ἀργύρου μὴ δεηθείην μήτ’ οὖν ἐγὼ μήτε τῶν ἐμῶν φίλων μηδείς· πάντα γὰρ τὰ κακὰ τοῖς ἀνθρώποις ἐκ τῆς τούτων ἐπιθυμίας φύονται, καὶ στάσεις καὶ πόλεμοι καὶ ἐπιβουλαὶ καὶ σφαγαί. ταυτὶ πάντα πηγὴν ἔχει τὴν ἐπιθυμίαν τοῦ πλείονος: ἀλλ’ ἡμῶν αὕτη ἀπείη, καὶ πλεονεξίας μήποτε ὀρεχθείην, μειονεκτῶν δ’ ἀνέχεσθαι δυναίμην.