Λυκίνος Τί ποτε σύ, οὗτος, πώγωνα μὲν ἔχεις καὶ κόμην, χιτῶνα δὲ οὐκ ἔχεις καὶ γυμνοδερκῇ καὶ ἀνυποδητεῖς τὸν ἀλήτην καὶ ἀπάνθρωπον βίον καὶ θηριώδη ἐπιλεξάμενος καὶ ἀεὶ τοῖς ἐναντίοις τὸ ἴδιον δέμας οὐχ ὡς οἱ πολλοὶ διαχρησάμενος περινοστεῖς ἄλλοτε ἀλλαχοῦ εὐναζόμενος ἐπὶ ξηροῦ δαπέδου, ὡς ἄσην πάμπολλον τουτὶ τὸ τριβώνιον φέρειν, οὐ μέντοι καὶ τοῦτο λεπτὸν οὐδὲ μαλακὸν οὐδὲ ἀνθηρόν; Κυνικός Οὐδὲ γὰρ δέομαι· τοιοῦτον δὲ ὁποῖον ἂν πορισθείη ῥᾷστα καὶ τῷ κτησαμένῳ πράγματα ὡς ἐλάχιστα παρέχον· τοιοῦτον γὰρ ἀρκεῖ μοι. Κυνικός σὺ δὲ πρὸς θεῶν εἰπέ μοι, τῇ πολυτελείᾳ οὐ νομίζεις κακίαν προσεῖναι; Λυκίνος Καὶ μάλα. Κυνικός Τῇ δὲ εὐτελείᾳ ἀρετήν; Λυκίνος Καὶ μάλα. Κυνικός Τί ποτε οὖν ὁρῶν ἐμὲ τῶν πολλῶν εὐτελέστερον διαιτώμενον, τοὺς δὲ πολυτελέστερον, ἐμὲ αἰτιᾷ καὶ οὐκ ἐκείνους; Λυκίνος Ὅτι οὐκ εὐτελέστερον μοι, μὰ Δία, τῶν πολλῶν διαιτᾶσθαι δοκεῖς, ἀλλ’ ἐνδεέστερον, μᾶλλον δὲ τελέως ἐνδεῶς καὶ ἀπόρως· διαφέρεις γὰρ οὐδὲν σὺ τῶν πτωχῶν, οἳ τὴν ἐφήμερον τροφὴν μεταιτοῦσιν. Κυνικός Βούλει οὖν ἴδωμεν, ἐπεὶ προελήλυθεν ἐνταῦθα ὁ λόγος, τί τὸ ἐνδεὲς καὶ τί τὸ ἱκανόν ἐστιν; Λυκίνος Εἴ σοι δοκεῖ. Κυνικός Ἆρ’ οὖν ἱκανὸν μὲν ἑκάστῳ ὅπερ ἂν ἐξικνῆ- ται πρὸς τὴν ἐκείνου χρείαν, ἢ ἄλλο τι λέγεις; Λυκίνος Ἔστω τοῦτο. Κυνικός Ἐνδεὲς δὲ ὅπερ ἂν ἐνδεέστερον ᾖ τῆς χρείας καὶ μὴ ἐξικνῆται πρὸς τὸ δέον; Λυκίνος Ναί. Κυνικός Οὐδὲν ἄρα τῶν ἐμῶν ἐνδεές ἐστιν· οὐδὲν γὰρ αὐτων ὅ τι οὐ τὴν χρείαν ἐκτελεῖ τὴν ἐμήν. Λυκίνος Πῶς τοῦτο λέγεις; Κυνικός Ἐὰν σκοπῇς πρὸς ὅ τι γέγονεν ἕκαστον ὧν δεόμεθα, οἷον οἰκία ἆρ’ οὐχὶ σκέπης; Λυκίνος Ναί. Κυνικός Τί δὲ ἐσθὴς τοῦ χάριν; ἄρα οὐχὶ καὶ αὐτὴ τῆς σκέπης; Λυκίνος Ναί. Κυνικός Τῆς δὲ σκέπης αὐτῆς πρὸς θεῶν τίνος ἐδεήθημεν ἕνεκα; οὐχ ὥστε ἄμεινον ἔχειν τὸν σκεπόμενον; Λυκίνος Δοκεῖ μοι. Κυνικός Πότερ’ οὖν τὼ πόδε κάκιον ἔχειν δοκὼ σοι; Λυκίνος Οὐκ οἶδα. Κυνικός Ἀλλ’ οὕτως ἂν μάθοις· τί ποδῶν ἔστ’ ἔργον; Λυκίνος Πορεύεσθαι. Κυνικός Κάκιον οὖν πορεύεσθαί σοι δοκοῦσιν οἱ ἐμοὶ πόδες ἢ οἱ τῶν πολλῶν; Λυκίνος Τοῦτο μὲν οὐκ ἴσως. Κυνικός Οὐ τοίνυν οὐδὲ χεῖρον ἔχουσιν, εἰ μὴ χεῖρον τὸ ἑαυτῶν ἔργον ἀποδιδόασιν. Λυκίνος Ἴσως. Κυνικός Τοὺς μὲν δὴ πόδας οὐδὲν φαίνομαι χεῖρον διακείμενος τῶν πολλῶν ἔχειν. Λυκίνος Οὐκ ἔοικας. Κυνικός Τί δέ; τοὐμὸν σῶμα τὸ λοιπὸν ἆρα κάκιον; εἰ γὰρ κάκιον, καὶ ἀσθενέστερον, ἀρετὴ γὰρ σώματος ἰσχύς. ἆρ’ οὖν τὸ ἐμὸν ἀσθενέστερον; Λυκίνος Οὐ φαίνεται. Κυνικός Οὐ τοίνυν οὔθ’ οἱ πόδες φαίνονταί μοι σκέπης ἐνδεῶς ἔχειν οὔτε τὸ λοιπὸν σῶμα· εἰ γὰρ ἐνδεῶς εἶχον, κακῶς ἂν εἶχον. ἡ γὰρ ἔνδεια πανταχοῦ κακὸν καὶ χεῖρον ἔχειν ποιεῖ ταῦτα οἷς ἂν προσῇ. ἀλλὰ μὴν οὐδὲ τρέφεσθαί γε φαίνεται χεῖρον τὸ σῶμα τοὐμόν, ὅτι ἀπὸ τῶν τυχόντων τρέφεται. Λυκίνος Δῆλον γάρ. Κυνικός Οὐδὲ εὔρωστον, εἰ κακῶς ἐτρέφετο· λυμαίνονται γὰρ αἱ πονηραὶ τροφαὶ τὰ σώματα. Λυκίνος Ἔστι ταῦτα. Κυνικός Πῶς οὗν, εἰπέ μοι. τούτων οὕτως ἐχόντων αἰτιᾷ μου καὶ φαυλίζεις τὸν βίον καὶ φὴς ἄθλιον; Λυκίνος Ὅτι, νὴ Δία, τῆς φύσεως, ἣν σὺ τιμᾷς, καὶ τῶν θεῶν γῆν ἐν μέσῳ κατατεθεικότων, ἐκ δὲ αὐτῆς ἀναδεδωκότων πολλὰ κἀγαθά, ὥστε ἔχειν ἡμᾶς πάντα ἄφθονα μὴ πρὸς τὴν χρείαν μόνον, ἀλλὰ καὶ πρὸς ἡδονήν, σὺ πάντων τούτων ἢ τῶν γε πλείστων ἄμοιρος εἶ καὶ οὐδενὸς μετέχεις αὐτῶν οὐδὲν μᾶλλον ἢ τὰ θηρία· πίνεις μὲν γὰρ ὕδωρ ὅπερ καὶ τὰ θηρία, σιτῇ δὲ ὅπερ ἂν εὑρίσκῃς, ὥσπερ οἱ κύνες, εὐνὴν δὲ οὐδὲν κρείττω τῶν κυνῶν ἔχεις· χόρτος γὰρ ἀρκεῖ σοι καθάπερ ἐκείνοις. ἔτι δὲ ἱμάτιον φορεῖς οὐδὲν ἐπιεικέστερον ἀκλήρου. καίτοι εἰ σὺ τούτοις ἀρκούμενος ὀρθῶς φρονήσεις, ὁ θεὸς οὐκ ὀρθῶς ἐποίησε τοῦτο μὲν πρόβατα ποιήσας ἔμμαλλα, τοῦτο δ’ ἀμπέλους ἡδυοίνους, τοῦτο δὲ τὴν ἄλλην παρασκευὴν θαυμαστῶς ποικίλην καὶ ἔλαιον καὶ μέλι καὶ τὰ ἄλλα, ὡς ἔχειν μὲν ἡμᾶς σιτία παντοδαπά, ἔχειν δὲ ποτὸν ἡδύ, ἔχειν δὲ χρήματα, ἔχειν δὲ εὐνὴν μαλακήν, ἔχειν δὲ οἰκίας καλὰς καὶ τὰ ἄλλα πάντα θαυμαστῶς κατεσκευασμένα· καὶ γὰρ αὖ τὰ τῶν τεχνῶν ἔργα δῶρα τῶν θεῶν ἐστί. τὸ δὲ πάντων τούτων ζῆν ἀπεστερημένον ἄθλιον μέν, εἰ καὶ ὑπὸ ἄλλου τινὸς ἀπεστέρητο καθάπερ οἱ ἐν τοῖς δεσμωτηρίοις· πολὺ δὲ ἀθλιώτερον, εἴ τις αὐτὸς ἑαυτὸν ἀποστεροίη πάντων τῶν καλῶν, μανία ἤδη τοῦτό γε σαφής.