εὐμορφίαν ἄχρηστον εἰς πολλοὺς καλήν. Ἰατρός Τί οὖν δοκεῖ σοι; κατακνήσω σου τὸν πόδα; ἂν γὰρ παράσχῃς μοί σε, γιγνώσκειν σε χρή, ὡς ταῖς τομαῖσι πλεῖστον αἷμά σου κενῶ. Ὠκύπους Ποίησον εἴ τι καινὸν ἐξευρεῖν ἔχεις, ἵν᾿ εὐθὺ δεινὸν ἐκ ποδῶν παύσῃς πόνον. Ἰατρός Ἰδού, σιδηρόχαλκον ἐπιφέρω τομήν. ὀξεῖαν, αἱμόδιψον, ἡμιστρόγγυλον. Ὠκύπους Ἔα, ἔα. Τροφεύς Σῶτερ, τί ποιεῖς; μὴ τύχοις σωτηρίας. τολμᾷς σιδηρόσπαρτον ἐπιβαλεῖν πόνον; μηδὲν κατειδὼς προσφέρεις κακὸν ποσί. ψευδεῖς γὰρ ἔκλυες ὧν ἀκήκοας λόγων. οὐ γὰρ πάλαισιν ἢ δρόμοισιν, ὡς λέγει, ἀσκῶν ἐπλήγη. τοῦτο γοῦν ἄκουέ μου. ἦλθεν μὲν οὖν τὸ πρῶτον ὑγιὴς ἐν δόμοις, φαγὼν δὲ πολλὰ καὶ πιὼν ὁ δυστυχὴς κλίνης ὕπερθε καταπεσὼν ὑπνοῖ μόνος· ἔπειτα νυκτὸς διυπνίσας ἐχραύγασεν ὡς δαίμονι πληγείς, καὶ φόβος πάντας λάβεν. ἔλεξε δ’, Οἴμοι, πόθεν ἔχω κακὴν τύχην; δαίμων τάχα κρατῶν τις ἐξωθεῖ ποδός. πρὸς ταῦτα νυκτὸς ἀνακαθήμενος μόνος ὁποῖα κῆρυξ ἐξεθρήνει τὸν πόδα. ἐπεὶ δ’ ἀλέκτωρ ἡμέραν ἐσάλπισεν, οὗτος προσῆλθε χεῖρα θεὶς ἐμοὶ πικρὰν θρηνῶν πυρέσσων ἐπ’ ἐμοὶ βάζων * * * ἃ πρὶν δὲ σοὶ κατεῖπε, πάντ’ ἐψεύσατο. τὰ δεινὰ κρύπτων τῆς νόσου μυστήρια. Ὠκύπους Γέρων μὲν αἰεὶ τοῖς λόγοις ὁπλίζεται