νῦν δ’ εἰσορᾷς ἅπαντας ἐξ . . . . . ὁ πόνος δ’ ἑλίξας ἐμμελῶς διαστρέφει. Ἰατρός Ποῖ ποῖ καθεύρω κλεινὸν Ὠκύπουν, φίλοι, τὸν πόδα πονοῦντα καὶ βάσιν παρειμένον; ἰατρὸς ὢν γὰρ ἔκλυον ὑπὸ φίλου τινὸς πάσχοντα δεινὰ τοῦτον ἀστάτῳ πάθει.