Οὐκοῦν παλαίων ὡς θέλων παρεμβολὴν βαλεῖν ἐπλήγην. τοῦτο δὴ πίστευέ μοι. Τροφεύς Ποῖος στρατιώτης γέγονας, ἵνα παρεμβολὴν βαλὼν σὺ πληγῇς; περικυκλεῖς ψευδῆ λόγον. τὸν αὐτὸν ἡμεῖς εἴχομεν λόγον ποτὲ μηδενὶ λέγοντες τὴν ἀλήθειαν φίλων. νῦν δ’ εἰσορᾷς ἅπαντας ἐξ . . . . . ὁ πόνος δ’ ἑλίξας ἐμμελῶς διαστρέφει. Ἰατρός Ποῖ ποῖ καθεύρω κλεινὸν Ὠκύπουν, φίλοι, τὸν πόδα πονοῦντα καὶ βάσιν παρειμένον; ἰατρὸς ὢν γὰρ ἔκλυον ὑπὸ φίλου τινὸς πάσχοντα δεινὰ τοῦτον ἀστάτῳ πάθει. ἀλλ’ αὐτὸς οὗτος ἐγγὺς ὀμμάτων ἐμῶν κεῖται κατ’ εὐνῆς ὕπτιος βεβλημένος. ἀσπάζομαί σε πρὸς θεῶν, καὶ σὸν πάθος τί τοῦτο; λέξον, Ὠκύπου, τάχ’, ὡς μάθω εἰ γὰρ μάθοιμι, τυχὸν ἴσως ἰάσομαι τὸ δεινὸν ἄλγος, τοῦ πάθους τὴν συμφορᾶν. Ὠκύπους Ὁρᾷς με, Σωτὴρ καὶ πάλιν Σωτήριχε, σάλπιγγος αὐτῆς ὄνομ’ ἔχων Σωτήριχε, δεινὸς πόνος μὲ τοῦ ποδὸς δάκνει κακῶς, δειλὸν δὲ βῆμα κοὐχ ἁπλοῦν τιθῶ ποδί. Ἰατρός Πόθεν; τί παθών; μήνυσον, ἢ ποίῳ τρόπῳ; μαθὼν ἀλήθειαν γὰρ ἰατρὸς ἀσφαλῶς κρεῖττον πρόσεισι, σφάλλεται δὲ μὴ μαθών. Ὠκύπους Δρόμον τιν’ ἀσκῶν καὶ τέχνην γυμναστικὴν δεινῶς ἐπλήγην ὑπὸ φίλων ὁμηλίκων. Ἰατρός Πῶς οὖν ἀηδὴς οὐ πάρεστι φλεγμονὴ τόπου κατ’ αὐτοῦ κοὐκ ἔχεις τιν’ ἐμβροχήν; Ὠκύπους Οὐ γὰρ στέγω τὰ δεσμὰ τῶν ἐριδίων,