Τί μοι σοφίζῃ. κοὺ λέγεις οἵῳ τρόπῳ πόνος προσῆλθε σοῦ ποδὸς κοίλην βασιν; Ὠκύπους Δρόμοισιν ἀσκῶν, κοῦφον ὡς τιθῶ πόδα, τρέχων ἔτεινα. καὶ συνεμμίχθην πόνῳ. Τροφεύς Πάλιν τρέχ᾿, ὡς τις εἶπεν, ὃς καθήμενος πώγωνα τίλλει χουριῶν ὑπ’ ὠλέναις. Ὠκύπους Οὐκοῦν παλαίων ὡς θέλων παρεμβολὴν βαλεῖν ἐπλήγην. τοῦτο δὴ πίστευέ μοι. Τροφεύς Ποῖος στρατιώτης γέγονας, ἵνα παρεμβολὴν βαλὼν σὺ πληγῇς; περικυκλεῖς ψευδῆ λόγον. τὸν αὐτὸν ἡμεῖς εἴχομεν λόγον ποτὲ μηδενὶ λέγοντες τὴν ἀλήθειαν φίλων. νῦν δ’ εἰσορᾷς ἅπαντας ἐξ . . . . . ὁ πόνος δ’ ἑλίξας ἐμμελῶς διαστρέφει. Ἰατρός Ποῖ ποῖ καθεύρω κλεινὸν Ὠκύπουν, φίλοι, τὸν πόδα πονοῦντα καὶ βάσιν παρειμένον; ἰατρὸς ὢν γὰρ ἔκλυον ὑπὸ φίλου τινὸς πάσχοντα δεινὰ τοῦτον ἀστάτῳ πάθει. ἀλλ’ αὐτὸς οὗτος ἐγγὺς ὀμμάτων ἐμῶν κεῖται κατ’ εὐνῆς ὕπτιος βεβλημένος. ἀσπάζομαί σε πρὸς θεῶν, καὶ σὸν πάθος τί τοῦτο; λέξον, Ὠκύπου, τάχ’, ὡς μάθω εἰ γὰρ μάθοιμι, τυχὸν ἴσως ἰάσομαι τὸ δεινὸν ἄλγος, τοῦ πάθους τὴν συμφορᾶν.